Marcus Cato

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐν τούτῳ δὲ καί τοῦ Μανίου κάτωθεν πρὸς τὰ διατειχίσματα βιαζομένου καί τοῖς στενοῖς προσβάλλοντος ἀθρόαν τὴν δύναμιν, ὁ μέν Ἀντίοχος εἰς τὸ στόμα λίθῳ πληγείς ἐκτιναχθέντων αὐτοῦ τῶν ὀδόντων ἀπ έστρεψε τὸν ἵππον ὀπίσω, περιαλγὴς γενόμενος, τοῦ δὲ στρατοῦ μέρος οὐδὲν ὑπέμεινε τοὺς Ῥωμαίους,

ἀλλὰ καίπερ ἀπόρους καί ἀμηχάνους τῆς φυγῆς ὁδοὺς καί πλάνας ἐχούσης, ἑλῶν βαθέων καί πετρῶν

p.342
ἀποτόμων τὰ πτώματα καί τὰς ὀλισθήσεις ὑποδεχομένων, εἰς ταῦτα διὰ τῶν στενῶν ὑπερχεόμενοι καί συνωθοῦντες ἀλλήλους φόβῳ πληγῆς καί σιδήρου πολεμίων αὑτοὺς διέφθειρον. ὁ δὲ Κάτων ἀεὶ μέν τις ἦν, ὡς ἔοικε, τῶν ἰδίων ἐγκωμίων ἀφειδὴς καί τὴν ἄντικρυς μεγαλαυχίαν ὡς ἐπακολούθημα τῆς μεγαλουργίας οὐκ ἔφευγε, πλεῖστον δὲ ταῖς πράξεσι ταύταις ὄγκον περιτέθεικε,

καί φησι τοῖς ἰδοῦσιν αὐτόν τότε διώκοντα καί παίοντα τοὺς πολεμίους παραστῆναι μηδὲν ὀφείλειν Κάτωνα τῷ δήμῳ τοσοῦτον, ὅσον Κάτωνι τὸν δῆμον, αὐτόν τε Μάνιον τὸν ὕπατον θερμὸν ἀπὸ τῆς νίκης ἔτι θερμῷ περιπλακέντα πολὺν χρόνον ἀσπάζεσθαι καὶ βοᾶν ὑπὸ χαρᾶς, ὡς οὔτʼ ἂν αὐτὸς οὔθʼ ὁ σύμπας δῆμος ἐξισώσειε τὰς ἀμοιβὰς ταῖς Κάτωνος εὐεργεσίαις.

μετὰ δὲ τὴν μάχην εὐθὺς εἰς Ῥώμην ἐπέμπετο τῶν ἠγωνισμένων αὐτάγγελος· καί διέπλευσε μέν εἰς Βρεντέσιον εὐτυχῶς, μιᾷ δʼ ἡμέρᾳ διελάσας ἐκεῖθεν εἰς Τάραντα καί τέσσαρας ἄλλας ὁδεύσας πεμπταῖος εἰς Ῥώμην ἀπὸ θαλάσσης ἀφίκετο καί πρῶτος ἀπήγγειλε τὴν νίκην. καί τὴν μέν πόλιν ἐνέπλησεν εὐφροσύνης καὶ θυσιῶν, φρονήματος δὲ τὸν δῆμον ὡς πάσης γῆς καί θαλάσσης κρατεῖν δυνάμενον.

τῶν μὲν οὖν πολεμικῶν πράξεων τοῦ Κάτωνος αὗται σχεδόν εἰσιν ἐλλογιμώταται· τῆς δὲ πολιτείας φαίνεται τὸ περὶ τὰς κατηγορίας καὶ τοὺς ἐλέγχους τῶν πονηρῶν μόριον οὐ μικρᾶς ἄξιον σπουδῆς ἡγησάμενος. αὐτός τε γὰρ ἐδίωξε πολλούς καὶ διώκουσιν ἑτέροις συνηγωνίσατο καὶ παρεσκεύασεν ὅλως διώκοντας,

p.344
ὡς ἐπὶ Σκηπίωνα τοὺς περὶ Πετίλλιον.

τοῦτον μὲν οὖν ἀπʼ οἴκου τε μεγάλου καὶ φρονήματος ἀληθινοῦ ποιησάμενον ὑπὸ πόδας τὰς διαβολὰς μὴ ἀποκτεῖναι δυνηθεὶς ἀφῆκε· Λεύκιον δὲ τὸν ἀδελφὸν αὐτοῦ μετὰ τῶν κατηγόρων συστὰς καταδίκῃ περιέβαλε χρημάτων πολλῶν πρὸς τὸ δημόσιον, ἣν οὐκ ἔχων ἐκεῖνος ἀπολύσασθαι καὶ κινδυνεύων δεθῆναι μόλις ἐπικλήσει τῶν δημάρχων ἀφείθη.

λέγεται δὲ καὶ νεανίσκῳ τινὶ τεθνηκότος πατρὸς ἐχθρὸν ἠτιμωκότι καὶ πορευομένῳ διʼ ἀγορᾶς μετὰ τὴν δίκην ἀπαντήσας ὁ Κάτων δεξιώσασθαι καὶ εἰπεῖν, ὅτι ταῦτα χρὴ τοῖς γονεῦσιν ἐναγίζειν, οὐκ ἄρνας οὐδʼ ἐρίφους, ἀλλʼ ἐχθρῶν δάκρυα καὶ καταδίκας. οὐ μὴν οὐδʼ αὐτός ἐν τῇ πολιτείᾳ περιῆν ἀθῷος, ἀλλʼ ὅπου τινὰ λαβὴν παράσχοι τοῖς ἐχθροῖς, κρινόμενος καὶ κινδυνεύων διετέλει.