Comparison of Pelopidas and Marcellus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ὃ δὴ κατὰ λόγον καὶ προσηκόντως ἐθαυμάσθη, μετὰ τοσαύτας τροπὰς στρατοπέδων καὶ φόνους στρατηγῶν καὶ σύγχυσιν ὅλης ὁμοῦ τῆς Ῥωμαίων ἡγεμονίας

p.526
εἰς ἀντίπαλα τῷ θαρρεῖν καθισταμένων· ὁ γὰρ ἐκ πολλοῦ τοῦ πάλαι περιδεοῦς καὶ καταπεπληγότος αὖθις ἐμβαλὼν τῷ στρατεύματι ζῆλον καὶ φιλονεικίαν πρὸς τοὺς πολεμίους,

καὶ τοῦτο δὴ τὸ μὴ ῥᾳδίως τῆς νίκης ὑφιέμενον, ἀλλὰ καὶ ἀμφισβητοῦν τε καὶ φιλοτιμούμενον ἐπάρας καὶ θαρρύνας, εἷς ἀνὴρ ἦν, Μάρκελλος· εἰθισμένους γὰρ ὑπὸ τῶν συμφορῶν, εἰ φεύγοντες ἐκφύγοιεν Ἀννίβαν, ἀγαπᾶν, ἐδίδαξεν αἰσχύνεσθαι σῳζομένους μεθʼ ἥττης, αἰδεῖσθαι δὲ παρὰ μικρὸν ἐνδόντας, ἀλγεῖν δὲ μὴ κρατήσαντας.