Marcellus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἐκ τούτου συνέμισγον οἱ ἱππεῖς οὐ

p.452
διακεκριμένοις τοῖς ἱππεῦσιν, ἀλλὰ καὶ πρὸς τοὺς πεζοὺς ὁμοῦ προσφερομένους μαχόμενοι, καὶ νικῶσι νίκην ἰδέᾳ τε καὶ τρόπῳ περιττὴν καὶ παράδοξον ἱππεῖς γὰρ ἱππεῖς καὶ πεζοὺς ἅμα τοσοῦτοι τοσούτους οὔτε πρότερον οὔτε ὕστερον νικῆσαι λέγονται, Κτείνας δὲ τοὺς πλείστους καὶ κρατήσας ὅπλων καὶ χρημάτων ἐπανῆλθε πρὸς τὸν συνάρχοντα μοχθηρῶς πολεμοῦντα Κελτοῖς περὶ πόλιν μεγίστην καὶ πολυανθρωποτάτην τῶν Γαλατικῶν.

Μεδιόλανον καλεῖται, καὶ μητρόπολιν αὐτὴν οἱ τῇδε Κελτοὶ νομίζουσιν· ὅθεν ἐκθύμως μαχόμενοι περὶ αὐτῆς ἀντεπολιόρκουν τὸν Κορνήλιον. ἐπελθόντος δὲ Μαρκέλλου, καὶ τῶν Γαισατῶν, ὡς ἐπύθοντο τὴν τοῦ βασιλέως ἧτταν καὶ τελευτήν, ἀπελθόντων, τὸ μὲν Μεδιόλανον ἁλίσκεται, τὰς δὲ ἄλλας πόλεις αὐτοὶ παραδιδόασιν οἱ Κελτοὶ καὶ τὰ καθʼ ἑαυτοὺς ἐπιτρέπουσι πάντα Ῥωμαίοις. καὶ τούτοις μὲν ἦν εἰρήνη μετρίων τυχοῦσι.

ψηφισαμένης δὲ τῆς συγκλήτου μόνῳ Μαρκέλλῳ θρίαμβον, εἰσήλαυνε τῇ μὲν ἄλλῃ λαμπρότητι καὶ πλούτῳ καὶ λαφύροις καὶ σώμασιν ὑπερφυέσιν αἰχμαλώτων ἐν ὀλίγοις θαυμαστός, ἥδιστον δὲ πάντων θέαμα καὶ καινότατον ἐπιδεικνύμενος αὑτὸν κομίζοντα τῷ θεῷ τὴν τοῦ βαρβάρου πανοπλίαν.

δρυὸς γὰρ εὐκτεάνου πρέμνον ὄρθιον καὶ μέγα τεμών καὶ ἀσκήσας ὥσπερ

paris.1624.302
τρόπαιον ἀνεδήσατο καὶ κατήρτησεν ἐξ αὐτοῦ τὰ λάφυρα, κόσμῳ διαθεὶς καὶ περιαρμόσας ἕκαστον. προϊούσης δὲ τῆς πομπῆς ἀράμενος αὐτὸς ἐπέβη
p.454
τοῦ τεθρίππου, καὶ τροπαιοφόρον ἄγαλμα τῶν ἐπʼ ἐκείνου κάλλιστον καὶ διαπρεπέστατον ἐπόμπευε διὰ τῆς πόλεως, ὁ δὲ στρατὸς εἵπετο καλλίστοις ὅπλοις κεκοσμημένος, ᾄδων ἅμα πεποιημένα μέλη καὶ παιᾶνας ἐπινικίους εἷς τὸν θεὸν καὶ τὸν στρατηγόν.