Marcellus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

Ἀννίβᾳ δὲ τῶν μὲν ἄλλων ἐλάχιστος ἦν λόγος, Μάρκελλον δὲ πεπτωκέναι πυθόμενος αὐτὸς ἐξέδραμεν ἐπὶ τὸν τόπον, καὶ τῷ νεκρῷ παραστάς καὶ πολὺν χρόνον τήν τε ῥώμην τοῦ σώματος καταμαθὼν καὶ τὸ εἶδος, οὔτε φωνὴν

p.520
ἀφῆκεν ὑπερήφανον, οὔτε ἀπʼ ὄψεως τὸ χαῖρον, ὡς ἄν τις ἐργώδη πολέμιον καὶ βαρὺν ἀπεκτονώς, ἐξέφηνεν,

ἀλλʼ ἐπιθαυμάσας τὸ παράλογον τῆς τελευτῆς τὸν μὲν δακτύλιον ἀφείλετο, τὸ δὲ σῶμα

paris.1624.316
κοσμήσας πρέποντι κόσμῳ καὶ περιστείλας ἐντίμως ἔκαυσε καὶ τὰ λείψανα συνθεὶς εἰς κάλπιν ἀργυρᾶν, καὶ χρυσοῦν ἐμβαλὼν στέφανον, ἀπέστειλε πρὸς τὸν υἱόν. τῶν δὲ Νομάδων τινὲς περιτυχόντες τοῖς κομίζουσιν ὥρμησαν ἀφαιρεῖσθαι τὸ τεῦχος, ἀντιλαμβανομένων δʼ ἐκείνων ἐκβιαζόμενοι καὶ μαχόμενοι διέρριψαν τὰ ὀστᾶ.