Marcellus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

τοῦτο Μάρκελλον

paris.1624.315
ἐξέφερε τῷ θυμῷ πρὸς τὴν μάχην, καὶ προσῆγεν ἄρας ἐγγυτέρω τὴν δύναμιν. ἦν δὲ μεταξὺ τῶν στρατοπέδων λόφος ἐπιεικῶς μὲν εὐερκής, ὕλης δὲ παντοδαπῆς ἀνάπλεως· εἶχε δὲ καὶ σκοπὰς περικλινεῖς ἐπʼ ἀμφότερα, καὶ ναμάτων ὑπεφαίνοντο πηγαὶ καταρρεόντων, ἐθαύμαζον οὖν οἱ Ῥωμαῖοι Ἀννίβαν ὅτι πρῶτος ἐλὼν εὐφυᾶ τόπον οὕτως οὐ κατέσχεν, ἀλλʼ
p.516
ἀπέλιπε τοῖς πολεμίοις.

τῷ δὲ ἄρα καλὸν μὲν ἐνστρατοπεδεῦσαι τὸ χωρίον ἐφαίνετο, πολὺ δὲ κρεῖττον ἐνεδρεῦσαι· καὶ πρὸς τοῦτο μᾶλλον αὐτῷ χρῆσθαι βουλόμενος ἐνέπλησε τὴν ὕλην καὶ τὰς κοιλάδας ἀκοντιστῶν τε πολλῶν καὶ λογχοφόρων, πεπεισμένος ἐπάξεσθαι διʼ εὐφυΐαν αὐτὰ τὰ χωρία τοὺς Ῥωμαίους.

οὐδὲ ἀπεψεύσθη τῆς ἐλπίδος· εὐθὺς γὰρ ἦν πολὺς ἐν τῷ στρατοπέδῳ τῶν Ῥωμαίων λόγος ὡς χρὴ τὸ χωρίον καταλαμβάνειν, καὶ διεστρατήγουν ὅσα πλεονεκτήσουσι τοὺς πολεμίους, μάλιστα μὲν ἐκεῖ στρατοπεδεύσαντες, εἰ δὲ μή, τειχίσαντες τόν λόφον. ἔδοξεν οὖν τῷ Μαρκέλλῳ μετʼ ὀλίγων ἱπποτῶν ἐπελάσαντι κατασκέψασθαι. καὶ λαβὼν τόν μάντιν ἐθύετο· καὶ τοῦ πρώτου πεσόντος ἱερείου δείκνυσιν αὐτῷ τὸ ἧπαρ οὐκ ἔχον κεφαλὴν ὁ μάντις.

ἐπιθυσαμένου δὲ τὸ δευτέρον ἥ τε κεφαλὴ μέγεθος ὑπερφυὲς ἀνέσχε καὶ τἆλλα φαιδρὰ θαυμαστῶς διεφάνη, καὶ λύσιν ἔχειν ὁ τῶν πρώτων φόβος ἔδοξεν. οἱ δὲ μάντεις ταῦτα μᾶλλον ἔφασαν δεδιέναι καὶ ταράττεσθαι· λαμπροτάτων γὰρ ἐπʼ αἰσχίστοις καὶ σκυθρωποτάτοις ἱεροῖς γενομένων ὕποπτον εἶναι τῆς μεταβολῆς τὴν ἀτοπίαν. ἀλλὰ γὰρ

τὸ πεπρωμένον οὐ πῦρ, οὐ σιδαροῦν σχήσει τεῖχος,
κατὰ Πίνδαρον, ἐξῄει τόν τε συνάρχοντα Κριοπῖνον παραλαβὼν καὶ τόν υἱὸν χιλιαρχοῦντα καὶ τοὺς σύμπαντας ἱππεῖς εἴκοσι καὶ διακοσίους.

ὧν Ῥωμαῖος οὐδεὶς ἦν, ἀλλʼ οἱ μὲν ἄλλοι Τυρρηνοί, τεσσαράκοντα δὲ Φρεγελλανοί, πεῖραν ἀρετῆς καὶ

p.518
πίστεως ἀεὶ τῷ Μαρκέλλῳ δεδωκότες. ὑλώδους δὲ τοῦ λόφου καὶ συνηρεφοῦς ὄντος ἀνὴρ καθήμενος ἄνω σκοπὴν εἶχε τοῖς πολεμίοις, αὐτὸς οὐ συνορώμενος, καθορῶν δὲ τῶν Ῥωμαίων τὸ στρατόπεδον.

καὶ τὰ γινόμενα τούτου φράσαντος τοῖς λοχῶσι, προσελαύνοντα τόν Μάρκελλον ἐάσαντες ἐγγὺς προσελθεῖν ἐξαίφνης ἀνέστησαν, καὶ περιχυθέντες ἅμα πανταχόθεν ἠκόντιζον, ἔπαιον, ἐδίωκον τοὺς φεύγοντας, συνεπλέκοντο τοῖς ὑφισταμένοις· οὗτοι δʼ ἦσαν οἱ τεσσαράκοντα Φρεγελλανοί.