Marcellus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ὁ δὲ Ἀννίβας ὡς ἀπέρρηξεν ἑαυτὸν τοῦ Μαρκέλλου, χρώμενος ὥσπερ λελυμένῳ τῷ

paris.1624.314
στρατεύματι, πᾶσαν ἀδεῶς ἐν κύκλῳ περιϊὼν ἔφλεγε τὴν Ἰταλίαν καὶ κακῶς ἤκουσεν ἐν Ῥώμῃ Μάρκελλος, οἱ δὲ ἐχθροὶ Πουβλίκιον Βίβλον, ἕνα τῶν δημάρχων, ἀνέστησαν ἐπὶ τὴν κατηγορίαν αὐτοῦ, δεινὸν εἰπεῖν ἄνδρα καὶ βίαιον·

ὃς πολλάκις συναγαγὼν τὸν δῆμον ἔπειθεν ἄλλῳ παραδοῦναι στρατηγῷ τὴν δύναμιν, ἐπεὶ Μάρκελλος, ἔφη, μικρὰ τῷ πολέμῳ προσγεγυμνασμένος ὥσπερ ἐκ παλαίστρας ἐπὶ θερμὰ λουτρὰ θεραπεύσων ἑαυτὸν τέτραπται. ταῦτα πυνθανόμενος ὁ Μάρκελλος ἐπὶ μὲν τοῦ στρατοπέδου τοὺς πρεσβευτὰς ἀπέλιπεν, αὐτὸς δὲ πρὸς τὰς διαβολὰς ἐπλογησόμενος εἰς Ῥώμην ἐπανῆλθεν.

ἐκ δὲ τῶν διαβολῶν ἐκείνων δίκην εὗρε παρεσκευασμένην ἐφʼ αὑτόν, ἡμέρας οὖν ὁρισθείσης καὶ τοῦ δήμου συνελθόντος εἰς τὸν Φλαμίνιον

p.512
ἱππόδρομον, ὁ μὲν Βίβλος ἀναβὰς κατηγόρησεν, ὁ δὲ· Μάρκελλος ἀπελογεῖτο, βραχέα μὲν καὶ ἁπλᾶ διʼ ἑαυτοῦ, πολλὴν δὲ καὶ λαμπρὰν οἱ δοκιμώτατοι καὶ πρῶτοι τῶν πολιτῶν παρρησίαν ἦγον, παρακαλοῦντες μὴ χείρονας τοῦ πολεμίου κριτὰς φανῆναι δειλίαν Μαρκέλλου καταψηφισαμένους, ὃν μόνον φεύγει τῶν ἡγεμόνων ἐκεῖνος καὶ διατελεῖ τούτῳ μὴ μάχεσθαι στρατηγῶν, ὡς τοῖς ἄλλοις μάχεσθαι.

ῥηθέντων δὲ τῶν λόγων τούτων τοσοῦτον ἡ τῆς δίκης ἐλπὶς ἐψεύσατο τὸν κατήγορον ὥστε μὴ μόνον ἀφεθῆναι τῶν αἰτιῶν τὸν Μάρκελλον, ἀλλὰ καὶ τὸ πέμπτον ὕπατον ἀποδειχθῆναι.