Marcellus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ὁ δὲ ἐμβαλὼν εἷς τὸν ὀπίσω συνετάραξε καὶ τοῦτον καὶ τοὺς ἐπιφερομένους, κατιδὼν δὲ τοῦτο Μάρκελλος ἐκέλευσε τοὺς ἱππεῖς ἐλαύνειν ἀνὰ κράτος

p.510
πρὸς τὸ θορυβούμενον καὶ ποιεῖν ἔτι μᾶλλον αὑτοῖς περιπετεῖς τοὺς πολεμίους, οὗτοί τε δὴ λαμπρῶς ἐμβαλόντες ἀνέκοπτον ἄχρι τοῦ στρατοπέδου τοὺς Καρχηδονίους, καὶ τῶν θηρίων τὰ κτεινόμενα καὶ πίπτοντα τὸν πλεῖστον αὐτῶν φόνον ἀπειργάζετο.

λέγονται γὰρ ὑπὲρ ὀκτακισχιλίους ἀποθανεῖνῬωμαίων δὲ νεκροὶ μὲν ἐγένοντο τρισχίλιοι, τραυματίαι δὲ ὀλίγου δεῖν ἅπαντες. καὶ τοῦτο παρέσχεν Ἀννίβᾳ καθʼ ἡσυχίαν ἀναστάντι νυκτὸς ἆραι πορρωτάτω τοῦ Μαρκέλλου. διώκειν γὰρ οὐκ ἦν δυνατὸς ὑπὸ πλήθους τῶν τετρωμένων, ἀλλὰ κατὰ σχολὴν εἷς Καμπανίαν ἀνέζευξε, καὶ τὸ θέρος ἐν Σινοέσσῃ διῆγεν ἀναλαμβάνων τοὺς στρατιώτας.

ὁ δὲ Ἀννίβας ὡς ἀπέρρηξεν ἑαυτὸν τοῦ Μαρκέλλου, χρώμενος ὥσπερ λελυμένῳ τῷ

paris.1624.314
στρατεύματι, πᾶσαν ἀδεῶς ἐν κύκλῳ περιϊὼν ἔφλεγε τὴν Ἰταλίαν καὶ κακῶς ἤκουσεν ἐν Ῥώμῃ Μάρκελλος, οἱ δὲ ἐχθροὶ Πουβλίκιον Βίβλον, ἕνα τῶν δημάρχων, ἀνέστησαν ἐπὶ τὴν κατηγορίαν αὐτοῦ, δεινὸν εἰπεῖν ἄνδρα καὶ βίαιον·

ὃς πολλάκις συναγαγὼν τὸν δῆμον ἔπειθεν ἄλλῳ παραδοῦναι στρατηγῷ τὴν δύναμιν, ἐπεὶ Μάρκελλος, ἔφη, μικρὰ τῷ πολέμῳ προσγεγυμνασμένος ὥσπερ ἐκ παλαίστρας ἐπὶ θερμὰ λουτρὰ θεραπεύσων ἑαυτὸν τέτραπται. ταῦτα πυνθανόμενος ὁ Μάρκελλος ἐπὶ μὲν τοῦ στρατοπέδου τοὺς πρεσβευτὰς ἀπέλιπεν, αὐτὸς δὲ πρὸς τὰς διαβολὰς ἐπλογησόμενος εἰς Ῥώμην ἐπανῆλθεν.

ἐκ δὲ τῶν διαβολῶν ἐκείνων δίκην εὗρε παρεσκευασμένην ἐφʼ αὑτόν, ἡμέρας οὖν ὁρισθείσης καὶ τοῦ δήμου συνελθόντος εἰς τὸν Φλαμίνιον

p.512
ἱππόδρομον, ὁ μὲν Βίβλος ἀναβὰς κατηγόρησεν, ὁ δὲ· Μάρκελλος ἀπελογεῖτο, βραχέα μὲν καὶ ἁπλᾶ διʼ ἑαυτοῦ, πολλὴν δὲ καὶ λαμπρὰν οἱ δοκιμώτατοι καὶ πρῶτοι τῶν πολιτῶν παρρησίαν ἦγον, παρακαλοῦντες μὴ χείρονας τοῦ πολεμίου κριτὰς φανῆναι δειλίαν Μαρκέλλου καταψηφισαμένους, ὃν μόνον φεύγει τῶν ἡγεμόνων ἐκεῖνος καὶ διατελεῖ τούτῳ μὴ μάχεσθαι στρατηγῶν, ὡς τοῖς ἄλλοις μάχεσθαι.

ῥηθέντων δὲ τῶν λόγων τούτων τοσοῦτον ἡ τῆς δίκης ἐλπὶς ἐψεύσατο τὸν κατήγορον ὥστε μὴ μόνον ἀφεθῆναι τῶν αἰτιῶν τὸν Μάρκελλον, ἀλλὰ καὶ τὸ πέμπτον ὕπατον ἀποδειχθῆναι.

παραλαβὼν δὲ τὴν ἀρχήν πρῶτον μὲν ἐν Τυρρηνίᾳ μέγα κίνημα πρὸς ἀπόστασιν ἔπαυσε καὶ κατεπράϋνεν ἐπελθὼν τὰς πόλεις· ἔπειτα ναὸν ἐκ τῶν Σικελικῶν λαφύρων ᾠκοδομημένον ὑπʼ αὐτοῦ Δόξης καὶ Ἀρετῆς καθιερῶσαι βουλόμενος, καὶ κωλυθεὶς ὑπὸ τῶν ἱερέων οὐκ ἀξιούντων ἑνὶ ναῷ δύο θεοὺς περιέχεσθαι, πάλιν ἤρξατο προσοικοδομεῖν ἕτερον, οὐ ῥᾳδίως φέρων τὴν γεγενημένην ἀντίκρουσιν, ἀλλʼ ὥσπερ οἰωνιζόμενος.

καὶ γὰρ ἄλλα πολλὰ σημεῖα διετάραττεν αὐτόν, ἱερῶν τινων κεραυνώσεις καὶ μύες τὸν ἐν Διὸς χρυσὸν διαφαγόντες ἐλέχθη δὲ καὶ βοῦν ἀνθρώπου φωνὴν ἀφεῖναι καὶ παιδίον ἔχον κεφαλὴν ἐλέφαντος γενέσθαι· καὶ περὶ τὰς ἐκθύσεις καὶ ἀποτροπὰς δυσιεροῦντες οἱ μάντεις κατεῖχον αὐτὸν ἐν Ῥώμῃ σπαργῶντα καὶ φλεγόμενον. οὐδεὶς γὰρ ἔρωτα τοσοῦτον ἠράσθη πράγματος οὐδενός ὅσον οὗτος ὁ ἀνὴρ τοῦ μάχῃ κριθῆναι πρὸς Ἀννίβαν.

τοῦτο καὶ νύκτωρ

p.514
ὄνειρον ἦν αὐτῷ καὶ μετὰ φίλων καὶ συναρχόντων ἓν βούλευμα καὶ μία πρὸς θεοὺς φωνή, παραταττόμενον Ἀννίβαν λαβεῖν, ἥδιστα δʼ ἄν μοι δοκεῖ τείχους ἑνὸς ἤ τινος χάρακος ἀμφοτέροις τοῖς στρατεύμασι περιτεθέντος διαγωνίσασθαι, καὶ εἰ μὴ πολλῆς μὲν ἤδη μεστὸς ὑπῆρχε δόξης, πολλὴν δὲ πεῖραν παρεσχήκει τοῦ παρʼ ὁντινοῦν τῶν στρατηγῶν ἐμβριθὴς γεγονέναι καὶ φρόνιμος, εἶπον ἂν ὅτι μειρακιῶδες αὐτῷ προσπεπτώκει καὶ φιλοτιμότερον πάθος ἢ κατὰ πρεσβύτην τοσοῦτον· ὑπὲρ γὰρ ἑξήκοντα γεγονὼς ἔτη τὸ πέμπτον ὑπάτευεν.