Marcellus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

καὶ ταῦτα μὲν ὁ Λίβιός φησιν ἀναγνωσθέντα τὰ γράμματα μὴ τῆς λύπης ἀφελεῖν, ἀλλὰ τῷ φόβῳ προσθεῖναι, τῶν Ῥωμαίων μεῖζον ἡγουμένων τοῦ γεγονότος τὸ κινδυνευόμενον ὅσῳ Φουλβίου κρείττων ἦν Μάρκελλος ὁ δέ, ὥσπερ ἔγραψεν, εὐθὺς Ἀννίβαν διώκων εἰς τὴν Λευκανίαν ἐνέβαλε, καὶ περὶ πόλιν Νομίστρωνα καθήμενον ὑπὲρ λόφων ὀχυρῶν καταλαβών αὐτὸς ἐν τῷ πεδίῳ κατεστρατοπέδευσε.

τῇ δʼ ὑστεραίᾳ πρότερος εἰς μάχην παρατάξας τὸ στράτευμα καταβάντος Ἀννίβου, συνέβαλε μάχην κρίσιν οὐ λαβοῦσαν, ἰσχυρὰν δὲ καὶ μεγάλην γενομένην ἀπὸ γὰρ ὥρας τρίτης συμπεσόντες ἤδη σκότους μόλις διελύθησαν. ἅμα δʼ ἡμέρᾳ προαγαγὼν αὖθις τὸ στράτευμα παρέταξε διὰ τῶν νεκρῶν

p.504
καὶ προὐκαλεῖτο διαγωνίσασθαι περὶ τῆς νίκης τὸν Ἀννίβαν.

ἀναζεύξαντος δὲ ἐκείνου σκυλεύσας τοὺς πολεμίους νεκροὺς καὶ θάψας τοὺς φίλους ἐδίωκεν αὖθις· καὶ πολλὰς μὲν ὑφέντος ἐνέδρας οὐδεμιᾷ περιπεσών, ἐν δὲ πᾶσι τοῖς ἀκροβολισμοῖς πλεῖον ἔχων ἐθαυμάζετο. διὸ καὶ τῶν ἀρχαιρεσίων ἐπειγόντων ἔδοξε τῇ βουλῇ μᾶλλον ἐκ Σικελίας τὸν ἕτερον ἀπάγειν ὕπατον ἢ Μάρκελλον Ἀννίβᾳ συνηρτημένον κινεῖν, ἐλθόντα δʼ ἐκέλευεν εἰπεῖν δικτάτορα Κόϊντον Φούλβιον.