Marcellus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
πέμπει δὲ αὐτὸν οὐκ ἐπὶ τὸν τεθρίππου βεβηκὼς οὐδὲ δάφνης ἔχων στέφανον οὐδὲ περισαλπιζόμενος, ἀλλὰ πεζὸς ἐν βλαύταις, ὑπʼ αὐλητῶν μάλα πολλῶν, καὶ μυρρίνης στέφανον ἐπικείμενος, ὡς ἀπόλεμος καὶ ἡδὺς ὀφθῆναι μᾶλλον ἢ καταπληκτικός, ὃ καὶ μέγιστον ἐμοὶ τεκμήριόν ἐστι τοῦ τρόπῳ πράξεως, ἀλλὰ μὴ μεγέθει, διωρίσθαι τοὺς θριάμβους τὸ παλαιόν.
οἱ μὲν γὰρ μετὰ μάχης καὶ φόνου τῶν πολεμίων ἐπικρατήσαντες τὸν Ἀρήϊον ἐκεῖνον, ὡς ἔοικε, καὶ φοβερὸν εἰσῆγον, ὥσπερ ἐν τοῖς καθαρμοῖς τῶν στρατοπέδων εἰώθεσαν, δάφνῃ πολλῇ καταστέψαντες τὰ ὅπλα καὶ τοὺς ἄνδρας, τοῖς δὲ πολέμου μὲν μὴ δεηθεῖσι στρατηγοῖς, ὁμιλίᾳ δὲ καὶ πειθοῖ καὶ διὰ λόγου πάντα θεμένοις καλῶς, οἷον
καὶ γὰρ ὁ αὐλὸς εἰρήνης μέρος καὶ τὸ μύρτον Ἀφροδίτης φυτόν, ἣ μάλιστα θεῶν ἀπέχθεται βίᾳ καὶ πολέμοις. ὄβας δʼ οὐ παρὰ τὸν εὐασμόν, ὡς οἱ πολλοὶ νομίζουσιν, ὁ θρίαμβος οὗτος ὀνομάζεται καὶ γὰρ ἐκεῖνον ἐφευάζοντες καὶ ᾄδοντες παραπέμπουσιν, ἀλλʼ
ἄξιον δὲ καὶ τὸν Λακωνικὸν ἀποθεωρῆσαι νομοθέτην ὑπεναντίως τῷ Ῥωμαϊκῷ τάξαντα τὰς θυσίας, θύει γὰρ ἐν Σπάρτῃ τῶν ἀποστρατήγων ὁ μὲν διʼ ἀπάτης ἢ πειθοῦς ὃ βούλεται διαπραξάμενος βοῦν, ὁ δὲ διὰ μάχης ἀλεκτρυόνα. καίπερ γὰρ ὄντες πολεμικώτατοι μείζονα καὶ μᾶλλον ἀνθρώπῳ πρέπουσαν ἡγοῦντο τὴν διὰ λόγου καὶ συνέσεως πρᾶξιν ἢ τὴν μετὰ βίας καὶ ἀνδρείας, ταῦτα μὲν οὖν ὅπως ἔχει σκοπεῖν πάρεστι.
τοῦ δὲ Μαρκέλλου τὸ τέταρτον ὑπατεύοντος οἱ ἐχθροὶ τοὺς Συρακουσίους ἀνέπεισαν εἰς Ῥώμην ἀφικομένους κατηγορεῖν καὶ καταβοᾶν πρὸς τὴν σύγκλητον ὡς δεινὰ καὶ παράσπονδα
ἀγανακτῶν ὑπὲρ τοῦ Μαρκέλλου μὴ παρόντος, ὁ δὲ Μάρκελλος εὐθὺς ἧκεν ἀκούσας, καὶ πρῶτον μὲν ἐπὶ τοῦ δίφρου καθίσας ὡς ὕπατος ἐχρημάτιζεν, ἔπειτα, τῶν ἄλλων τέλος ἐχόντων, καταβὰς ἀπὸ τοῦ δίφρου καὶ καταστὰς ὥσπερ ἰδιώτης εἰς τὸν τόπον ἐν ᾧ λέγειν εἰώθασιν οἱ κρινόμενοι, τοῖς Συρακουσίοις ἐλέγχειν αὑτὸν παρεῖχεν.