Marcellus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἐνισταμένων δὲ τῶν ἐχθρῶν τῷ Μαρκέλλῳ πρὸς τὸν θρίαμβον, ἐπεὶ καὶ πράξεις τινὲς ὑπολιπεῖς ἦσαν ἔτι περὶ Σικελίαν καὶ φθόνον εἶχεν ὁ τρίτος θρίαμβος, συνεχώρησεν αὐτὸς[*](αὐτός Coraës and Bekker, following Stephanus, have αὐτοῖς (agreed with them).) τὸν μὲν ἐντελῆ καὶ μέγαν εἰς τὸ Ἀλβανὸν ὄρος ἐξελάσαι, τὸν δὲ ἐλάττω καταγαγεῖν εἰς τὴν πόλιν, ὃν εὔαν Ἕλληνες, ὄβαν δὲ Ῥωμαῖοι καλοῦσι.

πέμπει δὲ αὐτὸν οὐκ ἐπὶ τὸν τεθρίππου βεβηκὼς οὐδὲ δάφνης ἔχων στέφανον οὐδὲ περισαλπιζόμενος, ἀλλὰ πεζὸς ἐν βλαύταις, ὑπʼ αὐλητῶν μάλα πολλῶν, καὶ μυρρίνης στέφανον ἐπικείμενος, ὡς ἀπόλεμος καὶ ἡδὺς ὀφθῆναι μᾶλλον ἢ καταπληκτικός, ὃ καὶ μέγιστον ἐμοὶ τεκμήριόν ἐστι τοῦ τρόπῳ πράξεως, ἀλλὰ μὴ μεγέθει, διωρίσθαι τοὺς θριάμβους τὸ παλαιόν.

οἱ μὲν γὰρ μετὰ μάχης καὶ φόνου τῶν πολεμίων ἐπικρατήσαντες τὸν Ἀρήϊον ἐκεῖνον, ὡς ἔοικε, καὶ φοβερὸν εἰσῆγον, ὥσπερ ἐν τοῖς καθαρμοῖς τῶν στρατοπέδων εἰώθεσαν, δάφνῃ πολλῇ καταστέψαντες τὰ ὅπλα καὶ τοὺς ἄνδρας, τοῖς δὲ πολέμου μὲν μὴ δεηθεῖσι στρατηγοῖς, ὁμιλίᾳ δὲ καὶ πειθοῖ καὶ διὰ λόγου πάντα θεμένοις καλῶς, οἷον

p.496
ἐπιπαιανίσαι τὴν ἀπόλεμον ταύτην καὶ πανηγυρικὴν ἀπεδίδου πομπὴν ὁ νόμος.

καὶ γὰρ ὁ αὐλὸς εἰρήνης μέρος καὶ τὸ μύρτον Ἀφροδίτης φυτόν, ἣ μάλιστα θεῶν ἀπέχθεται βίᾳ καὶ πολέμοις. ὄβας δʼ οὐ παρὰ τὸν εὐασμόν, ὡς οἱ πολλοὶ νομίζουσιν, ὁ θρίαμβος οὗτος ὀνομάζεται καὶ γὰρ ἐκεῖνον ἐφευάζοντες καὶ ᾄδοντες παραπέμπουσιν, ἀλλʼ

paris.1624.311
ὑφʼ Ἑλλήνων εἰς τὸ σύνηθες αὐτοῖς παρῆκται τοὔνομα, πεπεισμένων ἅμα καὶ Διονύσῳ τι τῆς τιμῆς προσήκειν, ὃν Εὔϊον καὶ Θρίαμβον ὀνομάζομεν. οὐχ οὕτω δὲ ἔχει τὸ ἀληθές, ἀλλʼ ἐπὶ μὲν τῷ μεγάλῳ θριάμβῳ βουθυτεῖν πάτριον ἦν τοῖς στρατηγοῖς, ἐπὶ δὲ τούτῳ πρόβατον ἔθυον. ὄβα δὲ τὰ πρόβατα Ῥωμαῖοι καλοῦσιν ἐκ τούτου καὶ τὸν θρίαμβον ὄβαν ὠνόμασαν.

ἄξιον δὲ καὶ τὸν Λακωνικὸν ἀποθεωρῆσαι νομοθέτην ὑπεναντίως τῷ Ῥωμαϊκῷ τάξαντα τὰς θυσίας, θύει γὰρ ἐν Σπάρτῃ τῶν ἀποστρατήγων ὁ μὲν διʼ ἀπάτης ἢ πειθοῦς ὃ βούλεται διαπραξάμενος βοῦν, ὁ δὲ διὰ μάχης ἀλεκτρυόνα. καίπερ γὰρ ὄντες πολεμικώτατοι μείζονα καὶ μᾶλλον ἀνθρώπῳ πρέπουσαν ἡγοῦντο τὴν διὰ λόγου καὶ συνέσεως πρᾶξιν ἢ τὴν μετὰ βίας καὶ ἀνδρείας, ταῦτα μὲν οὖν ὅπως ἔχει σκοπεῖν πάρεστι.