Marcellus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

οὐ μέντοι τὴν στρατείαν ἔφυγεν, ἀλλʼ ἀνθύπατος ἀναγορευθεὶς καὶ πάλιν πρὸς Νῶλαν ἐπανελθὼν εἰς τὸ στρατόπεδον κακῶς ἐποίει τοὺς ᾑρημένους τὰ τοῦ Φοίνικος, ὡς δὲ ὀξεῖαν ἐπʼ αὐτὸν θέμενος βοήθειαν ἐκεῖνος ἧκε, προκαλουμένῳ μὲν ἐκ παρατάξεως οὐκ ἠβουλήθη διαγωνίσασθαι, τρέψαντι δὲ τὸ πλεῖστον ἐφʼ ἁρπαγὴν τοῦ στρατοῦ καὶ μηκέτι προσδεχομένῳ μάχην ἐπεξῆλθε, διαδοὺς δόρατα τῶν ναυμάχων μεγάλα τοῖς πεζοῖς, καὶ διδάξας πόρρωθεν συντηροῦσι παίειν τοὺς Καρχηδονίους, ἀκοντιστὰς μὲν οὐκ ὄντας αἰχμαῖς δὲ χρωμένους ἐκ χειρὸς βραχείαις.

διὸ καὶ δοκοῦσι τότε δεῖξαι τὰ νῶτα Ῥωμαίοις ὅσοι συνέβαλον καὶ φυγὴν ἀπροφάσιστον φυγεῖν, ἀποβαλόντες ἐξ ἑαυτῶν νεκροὺς μὲν γενομένους πεντακισχιλίους, αἰχμαλώτους δὲ ἑξακοσίους,[*](αἰχμαλώτους δὲ ἑξακοσίους added to the text by Sintenis and Bekker, after Livy, xxiii. 46, 4.) καὶ τῶν ἐλεφάντων τέσσαρας μὲν πεσόντας, δύο δὲ ζωοὺς ἁλόντας. ὃ δʼ ἦν μέγιστον, ἡμέρᾳ τρίτῃ μετὰ τὴν μάχην ἱππεῖς Ἰβήρων καὶ Νομάδων μιγάδες αὐτομολοῦσιν ὑπὲρ τοὺς τριακοσίους, οὔπω πρότερον Ἀννίβα τοῦτο παθόντος, ἀλλʼ ἐκ ποικίλων καὶ πολυτρόπων συνηρμοσμένον ἐθνῶν

p.466
βαρβαρικὸν στράτευμα πλεῖστον χρόνον ἐν μιᾷ γνώμῃ διαφυλάξαντος. οὗτοι μὲν οὖν πιστοὶ παρέμειναν εἰς ἅπαν αὐτῷ τε τῷ Μαρκέλλῳ καὶ τοῖς μετʼ αὐτὸν στρατηγοῖς.

ὁ δὲ Μάρκελλος ἀποδειχθεὶς ὕπατος τὸ τρίτον εἰς Σικελίαν ἔπλευσεν. αἱ γὰρ Ἀννίβου περὶ τὸν πόλεμον εὐπραξίαι Καρχηδονίους ἐπῆραν αὖθις ἀντιλαμβάνεσθαι τῆς νήσου, μάλιστα τεταραγμένων τῶν περὶ τὰς Συρακούσας μετὰ τὴν Ἱερωνύμου τοῦ τυράννου τελευτήν. διὸ καὶ Ῥωμαίων ἦν ἐκεῖ προαπεσταλμένη δύναμις καὶ στρατηγὸς Ἄππιος.

ταύτην παραλαμβάνοντι τῷ Μαρκέλλῳ προσπίπτουσι Ῥωμαῖοι πολλοί συμφορᾷ κεχρημένοι τοιαύτῃ, τῶν περὶ Κάννας παραταξαμένων πρὸς Ἀννίβαν οἱ μὲν ἔφυγον, οἱ δὲ ζῶντες ἥλωσαν, τοσοῦτον πλῆθος ὡς δοκεῖν Ῥωμαίοις ὑπολελεῖφθαι μηδὲ τοὺς τὰ τείχη διαφυλάξοντας.

τοῖς δὲ ἄρα τοσοῦτο τοῦ φρονήματος καὶ μεγαλοψυχίας περιῆν ὥστε τοὺς μὲν αἰχμαλώτους ἐπὶ μικροῖς λύτροις ἀποδιδόντος Ἀννίβου μὴ λαβεῖν, ἀλλʼ ἀποψηφίσασθαι καὶ περιϊδεῖν τοὺς μὲν ἀναιρεθέντας, τοὺς δὲ πραθέντας ἔξω τῆς Ἰταλίας, τῶν δὲ φυγῇ περιγενομένων τὸ πλῆθος εἰς Σικελίαν ἀποστεῖλαι, διακελευσαμένους Ἰταλίας μὴ ἐπιβαίνειν ἕως πολεμοῦσι πρὸς Ἀννίβαν.