Marcellus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἐκ τούτου βεβαιότατος μὲν ἦν Μαρκέλλῳ παραστάτης καὶ σύμμαχος, δεινότατος δὲ μηνυτὴς καὶ κατήγορος τῶν τἀναντία φρονούντων ὁ Βάνδιος. ἦσαν δὲ πολλοί, καὶ διενοοῦντο τῶν Ῥωμαίων ἐπεξιόντων τοῖς πολεμίοις αὐτοὶ διαρπάσαι τὰς ἀποσκευάς.

διὸ συντάξας ὁ

p.462
Μάρκελλος τὴν δύναμιν ἐντός παρὰ τὰς πύλας ἔστησε τὰ σκευοφόρα, καὶ τοῖς Νωλανοῖς διὰ κηρύγματος ἀπεῖπε πρὸς τὰ τείχη προσπελάζειν. ἦν οὖν ὅπλων ἐρημία καὶ τὸν Ἀννίβαν ἐπεσπάσατο προσάγειν ἀτακτότερον, ὡς τῶν ἐν τῇ πόλει ταραττομένων. ἐν τούτῳ δὲ τὴν καθʼ αὑτὸν πύλην ἀναπετάσαι κελεύσας ὁ Μάρκελλος ἐξήλασεν, ἔχων μεθʼ ἑαυτοῦ τῶν ἱπποτῶν τοὺς λαμπροτάτους, καὶ προσπεσὼν κατὰ στόμα συνείχετο τοῖς πολεμίοις.

μετʼ ὀλίγον δʼ οἱ πεζοὶ καθʼ ἑτέραν πύλην ἐχώρουν μετὰ δρόμου καὶ βοῆς· καὶ πρὸς τούτους αὖθις αὖ τοῦ Ἀννίβᾳ μερίζοντος τὴν δύναμιν ἡ τρίτη τῶν πυλῶν ἀνεῴγνυτο, καὶ διʼ αὐτῆς ἐξέθεον οἱ λοιποὶ καὶ προσέκειντο πανταχόθεν ἐκπεπληγμένοις τῷ ἀπροσδοκήτῳ καὶ κακῶς ἀμυνομένοις τοὺς ἐν χερσὶν ἤδη διὰ τοὺς ὕστερον ἐπιφερομένους, κἀνταῦθα πρῶτον οἱ σὺν Ἀννίβᾳ Ῥωμαίοις ἐνέδωκαν, ὠθούμενοι φόνῳ πολλῷ καὶ τραύμασι πρὸς τὸ στρατόπεδον.

λέγονται γὰρ ὑπὲρ πεντακισχιλίους

paris.1624.304
ἀποθανεῖν, ἀποκτεῖναι δὲ Ῥωμαίων οὐ πλείονας ἢ πεντακοσίους, ὁ δὲ Λίβιος οὕτω μὲν οὐ διαβεβαιοῦται γενέσθαι μεγάλην ἧτταν οὐδὲ πεσεῖν νεκροὺς τοσούτους τῶν πολεμίων, κλέος δὲ μέγα Μαρκέλλῳ καὶ Ῥωμαίοις ἐκ κακῶν θάρσος ἀπὸ τῆς μάχης ἐκείνης ὑπάρξαι θαυμαστόν, οὐχ ὡς πρὸς ἄμαχον οὐδὲ ἀήττητον, ἀλλά τι καὶ παθεῖν δυνάμενον διαγωνιζομένοις πολέμιον.