Marcellus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

πρῶτον μὲν οὖν ἀνέσεως πολλῆς καί θρασύτητος ἐκ τοῦ κρατεῖν τοῦ Ἀννίβαν τοῖς στρατιώταις ἐγγενομένης, τοὺς ἀποσκιδναμένους τοῦ στρατοπέδου καί κατατρέχοντας τὴν χώραν ἐπιτιθέμενος κατέκοπτε καί ὑπανήλισκε τῆς δυνάμεως· ἔπειτα πρὸς Νέαν πόλιν καί Νῶλαν βοηθήσας Νεαπολίτας μὲν ἐπέρρωσεν αὐτοὺς καθʼ ἑαυτοὺς βεβαίους ὄντας Ῥωμαίοις, εἷς δὲ Νῶλαν εἰσελθὼν στάσιν εὗρε, τῆς βουλῆς τὸν δῆμον ἀννιβίζοντα μεταχειρίσασθαι καί καταρτίσαι μὴ δυναμένης.

ἦν γὰρ τις ἀνὴρ εὐγενείᾳ, τε πρωτεύων ἐν τῇ πόλει καί κατʼ ἀνδρείαν ἐπιφανής, ὄνομα Βάνδιος· τοῦτον ἐν Κάνναις περιόπτως ἀγωνισάμενον καί πολλοὺς μὲν ἀνελόντα τῶν Καρχηδονίων, τέλος δὲ αὐτὸν ἐν τοῖς νεκροῖς εὑρεθέντα πολλῶν βελῶν κατάπλεων τὸ σῶμα, θαυμάσας ὁ Ἀννίβας οὐ μόνον ἀφῆκεν ἄνευ

p.460
λύτρων, ἀλλὰ καί δῶρα προσέθηκε καί φίλον ἐποιήσατο καί ξένον.

ἀμειβόμενος οὖν τὴν χάριν ὁ Βάνδιος εἷς ἦν τῶν ἀννιβιζόντων προθύμως, καί τὸν δῆμον ἰσχύων ἐξῆγε πρὸς ἀπόστασιν. ὁ δὲ Μάρκελλος ἀνελεῖν μὲν ἄνδρα λαμπρὸν οὕτω τὴν τύχην καί κεκοινωνηκότα τῶν μεγίστων Ῥωμαίοις ἀγώνων οὐχ ὅσιον ἡγεῖτο, πρὸς δὲ τῷ φύσει φιλανθρώπῳ καί πιθανὸς ὢν ὁμιλίᾳ προσάγεσθαι φιλότιμον ἦθος, ἀσπασαμένου ποτε τὸν Βανδίου αὐτὸν ἠρώτησεν ὅστις ἀνθρώπων εἴη, πάλαι μὲν εὖ εἰδώς, ἀρχὴν δὲ καί πρόφασιν ἐντεύξεως ζητῶν.

ὡς γὰρ εἶπε, Λεύκιος Βάνδιος, οἷον ἡσθεὶς καί θαυμάσας ὁ Μάρκελλος, ἦ γὰρ ἐκεῖνος, ἔφη, σὺ Βάνδιος, οὗ πλεῖστος ἐν Ῥώμῃ λόγος τῶν ἐν Κάνναις ἀγωνισαμένων, ὡς μόνου Παῦλον Αἰμίλιον τὸν ἄρχοντα μὴ προλιπόντος, ἀλλὰ τὰ πλεῖστα τῶν ἐκείνῳ φερομένων βελῶν ὑποστάντος τῷ σώματι καί ἀναδεξαμένου;

φήσαντος δὲ τοῦ Βανδίου καί τι καί παραφήναντος αὐτῷ τῶν τραυμάτων, εἶτα, ἔφη, τηλικαῦτα γνωρίσματα φέρων τῆς πρὸς ἡμᾶς φιλίας οὐκ εὐθὺς προσῄεις; ἢ κακοί σοι δοκοῦμεν ἀρετὴν ἀμείβεσθαι φίλων οἷς ἐστι τιμὴ καί παρὰ τοῖς πολεμίοις; ταῦτα φιλοφρονηθεὶς καί δεξιωσάμενος ἵππον τε δωρεῖται πολεμιστὴν αὐτῷ καὶ δραχμὰς ἀργυρίου πεντακοσίας.