Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἐξαίφνης δὲ κοπτομένης τῆς θύρας προσδραμών τις, καὶ πυθόμενος τοῦ ὑπηρέτου Χάρωνα μετιέναι παρὰ τῶν πολεμάρχων φάσκοντος, ἀπήγγειλεν εἴσω τεθορυβημένος, καὶ πᾶσιν εὐθὺς παρέστη τήν τε πρᾶξιν ἐκμεμηνῦσθαι καὶ σφᾶς ἅπαντας ἀπολωλέναι, μηδὲ δράσαντάς τι τῆς ἀρετῆς ἄξιον, οὐ μὴν ἀλλʼ ἔδοξεν ὑπακοῦσαι τὸν Χάρωνα καὶ παρασχεῖν ἑαυτὸν δεῖν ἀνυπόπτως τοῖς ἄρχουσιν, ἄλλως μέν ἀνδρώδη καὶ βαρὺν ὄντα τῷ θαρρεῖν παρὰ τὰ δεινά,

τότε δὲ διʼ ἐκείνους ἐκπεπληγμένον καὶ περιπαθοῦντα, μή τις ὑποψία

p.362
προδοσίας ἐπʼ αὐτὸν ἔλθῃ τοσούτων ἅμα καὶ τοιούτων πολιτῶν ἀπολομένων. ὡς οὖν ἔμελλεν ἀπιέναι, παραλαβὼν ἐκ τῆς γυναικωνίτιδος τὸν υἱόν, ἔτι μέν ὄντα παῖδα, κάλλει δὲ καὶ ῥώμῃ σώματος πρωτεύοντα τῶν καθʼ ἡλικίαν, ἐνεχείριζε τοῖς περὶ Πελοπίδαν, εἴ τινα δόλον καὶ προδοσίαν αὐτοῦ καταγνοῖεν, ὡς πολεμίῳ χρῆσθαι κελεύων ἐκείνῳ καὶ μὴ φείδεσθαι.

πολλοῖς μέν οὖν αὐτῶν δάκρυα πρὸς τὸ πάθος καὶ τὸ φρόνημα τοῦ Χάρωνος ἐξέπεσε, πάντες δὲ ἠγανάκτουν εἰ δειλὸν οὕτως εἶναί τινα δοκεῖ καὶ διεφθαρμένον ὑπὸ τοῦ παρόντος, ὥστε ὑπονοεῖν ἐκεῖνον ἢ ὅλως αἰτιᾶσθαι καὶ τὸν υἱὸν ἐδέοντο μὴ καταμιγνύειν αὐτοῖς, ἀλλʼ ἐκποδὼν θέσθαι τοῦ μέλλοντος, ὅπως αὐτός γε τῇ πόλει καὶ τοῖς φίλοις τιμωρὸς ὑποτρέφοιτο περισωθεὶς καὶ διαφυγὼν τοὺς τυράννους.

ὁ δὲ Χάρων τὸν μέν υἱὸν ἀπαλλάξειν οὐκ ἔφη· ποῖον γὰρ αὐτῷ βίον ὁρᾶν ἢ τίνα σωτηρίαν καλλίονα τῆς ὁμοῦ μετὰ πατρὸς καὶ φίλων τοσούτων ἀνυβρίστου τελευτῆς; ἐπευξάμενος δὲ τοῖς θεοῖς καὶ πάντας ἀσπασάμενος καὶ παραθαρρύνας ἀπῄει, προσέχων ἑαυτῷ καὶ ῥυθμίζων σχήματι προσώπου καὶ τόνῳ φωνῆς ἀνομοιότατος οἷς ἔπραττε φανῆναι.