Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

οἱ δὲ περὶ τὸν Πελοπίδαν ἐσθῆτας γεωργῶν μεταλαβόντες καὶ διελόντες αὑτοὺς ἄλλοι κατʼ ἄλλα μέρη τῆς πόλεως παρεισῆλθον ἔτι ἡμέρας οὔσης. ἦν δέ τι πνεῦμα καὶ νιφετός ἀρχομένου τρέπεσθαι τοῦ ἀέρος, καὶ μᾶλλον ἔλαθον καταπεφευγότων ἤδη διὰ τὸν χειμῶνα τῶν πλείστων εἰς τὰς οἰκίας, οἷς δὲ ἦν ἐπιμελὲς τὰ πραττόμενα γινώσκειν, ἀνελάμβανον τοὺς προσερχομένους καὶ καθίστων εὐθὺς εἰς τήν οἰκίαν

p.360
τὸν Χάρωνος· ἐγένοντο δὲ σὺν τοῖς φυγάσι πεντήκοντα δυοῖν δέοντες.

τὰ δὲ περὶ τοὺς τυράννους οὕτως εἶχε. Φιλλίδας ὁ γραμματεὺς συνέπραττε μὲν, ὥσπερ εἴρηται, πάντα καὶ συνῄδει τοῖς φυγάσιν, εἰς δὲ τήν ἡμέραν ἐκείνην ἐκ παλαιοῦ κατηγγελκὼς τοῖς περὶ τὸν Ἀρχίαν πότον τινὰ καὶ συνουσίαν καὶ γύναια τῶν ὑπάνδρων, ἔπραττεν ὅτι μάλιστα ταῖς ἡδοναῖς ἐκλελυμένους καὶ κατοίνους μεταχειρίσασθαι παρέξειν τοῖς ἐπιτιθεμένοις.

οὔπω δὲ πάνυ πόρρω μέθης οὖσιν αὐτοῖς προσέπεσέ τις οὐ ψευδὴς μέν, ἀβέβαιος δὲ καὶ πολλὴν ἀσάφειαν ἔχουσα περὶ τῶν φυγάδων μήνυσις ὡς ἐν τῇ πόλει κρυπτομένων, τοῦ δὲ Φιλλίδου παραφέροντος τὸν λόγον, ὅμως Ἀρχίας ἔπεμψέ τινα τῶν ὑπηρετῶν πρὸς τὸν Χάρωνα, προστάσσων εὐθὺς ἥκειν αὐτόν, ἦν δὲ ἑσπέρα, καὶ συνέταττον ἔνδον αὑτοὺς οἱ περὶ τὸν Πελοπίδαν, ἤδη τεθωρακισμένοι καὶ τὰς μαχαίρας ἀνειληφότες.

ἐξαίφνης δὲ κοπτομένης τῆς θύρας προσδραμών τις, καὶ πυθόμενος τοῦ ὑπηρέτου Χάρωνα μετιέναι παρὰ τῶν πολεμάρχων φάσκοντος, ἀπήγγειλεν εἴσω τεθορυβημένος, καὶ πᾶσιν εὐθὺς παρέστη τήν τε πρᾶξιν ἐκμεμηνῦσθαι καὶ σφᾶς ἅπαντας ἀπολωλέναι, μηδὲ δράσαντάς τι τῆς ἀρετῆς ἄξιον, οὐ μὴν ἀλλʼ ἔδοξεν ὑπακοῦσαι τὸν Χάρωνα καὶ παρασχεῖν ἑαυτὸν δεῖν ἀνυπόπτως τοῖς ἄρχουσιν, ἄλλως μέν ἀνδρώδη καὶ βαρὺν ὄντα τῷ θαρρεῖν παρὰ τὰ δεινά,

τότε δὲ διʼ ἐκείνους ἐκπεπληγμένον καὶ περιπαθοῦντα, μή τις ὑποψία

p.362
προδοσίας ἐπʼ αὐτὸν ἔλθῃ τοσούτων ἅμα καὶ τοιούτων πολιτῶν ἀπολομένων. ὡς οὖν ἔμελλεν ἀπιέναι, παραλαβὼν ἐκ τῆς γυναικωνίτιδος τὸν υἱόν, ἔτι μέν ὄντα παῖδα, κάλλει δὲ καὶ ῥώμῃ σώματος πρωτεύοντα τῶν καθʼ ἡλικίαν, ἐνεχείριζε τοῖς περὶ Πελοπίδαν, εἴ τινα δόλον καὶ προδοσίαν αὐτοῦ καταγνοῖεν, ὡς πολεμίῳ χρῆσθαι κελεύων ἐκείνῳ καὶ μὴ φείδεσθαι.

πολλοῖς μέν οὖν αὐτῶν δάκρυα πρὸς τὸ πάθος καὶ τὸ φρόνημα τοῦ Χάρωνος ἐξέπεσε, πάντες δὲ ἠγανάκτουν εἰ δειλὸν οὕτως εἶναί τινα δοκεῖ καὶ διεφθαρμένον ὑπὸ τοῦ παρόντος, ὥστε ὑπονοεῖν ἐκεῖνον ἢ ὅλως αἰτιᾶσθαι καὶ τὸν υἱὸν ἐδέοντο μὴ καταμιγνύειν αὐτοῖς, ἀλλʼ ἐκποδὼν θέσθαι τοῦ μέλλοντος, ὅπως αὐτός γε τῇ πόλει καὶ τοῖς φίλοις τιμωρὸς ὑποτρέφοιτο περισωθεὶς καὶ διαφυγὼν τοὺς τυράννους.

ὁ δὲ Χάρων τὸν μέν υἱὸν ἀπαλλάξειν οὐκ ἔφη· ποῖον γὰρ αὐτῷ βίον ὁρᾶν ἢ τίνα σωτηρίαν καλλίονα τῆς ὁμοῦ μετὰ πατρὸς καὶ φίλων τοσούτων ἀνυβρίστου τελευτῆς; ἐπευξάμενος δὲ τοῖς θεοῖς καὶ πάντας ἀσπασάμενος καὶ παραθαρρύνας ἀπῄει, προσέχων ἑαυτῷ καὶ ῥυθμίζων σχήματι προσώπου καὶ τόνῳ φωνῆς ἀνομοιότατος οἷς ἔπραττε φανῆναι.