Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἡμέρας δὲ πρὸς τὴν πρᾶξιν ὁρισθείσης, ἔδοξε τοῖς φυγάσι τοὺς μὲν ἄλλους συναγαγόντα Φερένικον ἐν τῷ Θριασίῳ περιμένειν, ὀλίγους δὲ τῶν νεωτάτων παραβαλέσθαι προεισελθεῖν εἷς τὴν πόλιν, ἐὰν δέ τι πάθωσιν ὑπὸ τῶν πολεμίων οὗτοι, τοὺς ἄλλους ἐπιμελεῖσθαι πάντας ὅπως μήτε παῖδες αὐτῶν μήτε γονεῖς ἐνδεεῖς ἔσονται τῶν ἀναγκαίων.

ὑφίσταται δὲ τὴν πρᾶξιν Πελοπίδας πρῶτος, εἶτα Μέλων καὶ Δαμοκλείδας καὶ Θεόπομπος, ἄνδρες οἴκων τε πρώτων καὶ πρὸς ἀλλήλους τὰ ἄλλα μὲν φιλικῶς καὶ πιστῶς, ὑπὲρ δὲ δόξης καὶ ἀνδρείας ἀεὶ φιλονείκως ἔχοντες, γενόμενοι δὲ οἱ σύμπαντες δώδεκα, καὶ τοὺς ἀπολειπομένους ἀσπασάμενοι, καὶ προπέμψαντες ἄγγελον τῷ Χάρωνι, προῆγον ἐν χλαμυδίοις, σκύλακάς τε θηρατικὰς καὶ στάλικας ἔχοντες, ὡς μηδὲ εἷς ὑποπτεύοι τῶν ἐντυγχανόντων καθʼ ὁδόν, ἀλλʼ ἀλύοντες ἄλλως πλανᾶσθαι καὶ κυνηγεῖν δοκοῖεν.

ἐπεὶ δὲ ὁ πεμφθεὶς παρʼ αὐτῶν ἄγγελος ἧκε πρὸς τὸν Χάρωνα καὶ καθʼ ὁδὸν ὄντας ἔφραζεν, αὐτὸς μὲν ὁ Χάρων οὐδὲ ὑπὸ τοῦ δεινοῦ πλησιάζοντος ἔτρεψέ τι τῆς γνώμης, ἀλλʼ ἀνὴρ ἀγαθὸς ἦν καὶ παρεῖχε τὴν οἰκίαν, Ἱπποσθενείδας δέ τις, οὐ πονηρὸς μὲν, ἀλλὰ καὶ φιλόπατρις καὶ τοῖς φυγάσιν εὔνους ἄνθρωπος, ἐνδεὴς δὲ τόλμης

p.358
τοσαύτης ὅσης ὅ τε καιρὸς ὀξὺς ὢν αἵ τε ὑποκείμεναι πράξεις ἀπῄτουν, ὥσπερ ἰλιγγιάσας πρὸς τὸ μέγεθος τοῦ ἀγῶνος ἐν χερσὶ γενομένου,

καὶ μόλις ποτὲ τῷ λογισμῷ συμφρονήσας ὅτι τρόπον τινὰ τὴν τῶν Λακεδαιμονίων σαλεύουσιν ἀρχὴν καὶ τῆς ἐκεῖθεν δυνάμεως ὑποβάλλονται κατάλυσιν, πιστεύσαντες ἀπόροις καὶ φυγαδικαῖς ἐλπίσιν, ἀπελθὼν οἴκαδε σιωπῇ πέμπει τινὰ τῶν φίλων πρὸς Μέλωνα καὶ Πελοπίδαν, ἀναβαλέσθαι κελεύων ἐν τῷ παρόντι καὶ περιμένειν βελτίονα καιρόν αὖθις ἀπαλλαγέντας εἷς Ἀθήνας. Χλίδων ἦν ὄνομα τῷ πεμφθέντι, καὶ κατὰ σπουδὴν οἴκαδε πρὸς αὑτὸν τραπόμενος καὶ τὸν ἵππον ἐξαγαγών ᾔτει τὸν χαλινόν.

ἀπορουμένης δὲ τῆς γυναικὸς ὡς οὐκ εἶχε δοῦναι, καὶ χρῆσαί τινὶ τῶν συνήθων λεγούσης, λοιδορίαι τὸ πρῶτον ἦσαν, εἶτα δυσφημίαι, τῆς γυναικὸς ἐπαρωμένης αὐτῷ τε κακὰς ὁδοὺς ἐκείνῳ καὶ τοῖς πέμπουσιν, ὥστε καὶ τὸν Χλίδωνα πολὺ τῆς ἡμέρας ἀναλώσαντα πρὸς τούτοις διʼ ὀργήν, ἅμα δὲ καὶ τὸ συμβεβηκὸς οἰωνισάμενον, ἀφεῖναι τὴν ὁδὸν ὅλως καὶ πρὸς ἄλλο τι τραπέσθαι. παρὰ τοσοῦτον μὲν ἦλθον

paris.1624.282
αἱ μέγισται καὶ κάλλισται τῶν πράξεων εὐθὺς ἐν ἀρχῇ διαφυγεῖν τὸν καιρόν.