Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

καὶ Πελοπίδας μὲν ἑπτὰ τραύματα λαβὼν ἐναντία πολλοῖς ἐπικατερρύη νεκροῖς ὁμοῦ φίλοις καὶ πολεμίοις, Ἐπαμεινώνδας δέ, καίπερ ἀβιώτως ἔχειν αὐτὸν ἡγούμενος, ὑπὲρ τοῦ σώματος καὶ τῶν ὅπλων ἔστη προελθών καὶ διεκινδύνευσε πρὸς πολλοὺς μόνος, ἐγνωκὼς ἀποθανεῖν μᾶλλον ἢ Πελοπίδαν ἀπολιπεῖν κείμενον· ἤδη δὲ καὶ τούτου κακῶς ἔχοντος, καὶ λόγχῃ μὲν εἰς τὸ στῆθος, ξίφει δὲ εἰς τὸν βραχίονα τετρωμένου, προσεβοήθησεν ἀπὸ θατέρου κέρως Ἀγησίπολις ὁ βασιλεὺς τῶν Σπαρτιατῶν, καὶ περιεποίησεν ἀνελπίστως αὐτοὺς ἀμφοτέρους·

μετὰ δὲ ταῦτα τῶν Σπαρτιατῶν λόγῳ μὲν ὡς φίλοις καὶ συμμάχοις προσφερομένων τοῖς Θηβαίοις, ἔργῳ δὲ τὸ φρόνημα τῆς πόλεως καὶ τὴν δύναμιν ὑφορωμένων, καὶ μάλιστα τὴν Ἰσμηνίου καὶ Ἀνδροκλείδου μισούντων ἑταιρείαν, ἧς μετεῖχεν ὁ Πελοπίδας, φιλελεύθερον ἅμα καὶ δημοτικὴν εἶναι δοκοῦσαν,

Ἀρχίας καὶ Λεοντίδας καὶ Φίλιππος, ἄνδρες ὀλιγαρχικοὶ καὶ πλούσιοι καὶ μέτριον οὐδὲν φρονοῦντες, ἀναπείθουσι Φοιβίδαν τὸν Λάκωνα μετὰ στρατιᾶς διαπορευόμενον ἐξαίφνης καταλαβεῖν τὴν Καδμείαν καὶ τοὺς ὑπεναντιουμένους αὐτοῖς ἐκβαλόντα πρὸς τὸ Λακεδαιμονίων ὑπήκοον ἁρμόσασθαι διʼ ὀλίγων τὴν πολιτείαν.

πεισθέντος δʼ ἐκείνου καὶ μὴ προσδοκῶσι

p.352
τοῖς Θηβαίοις ἐπιθεμένου Θεσμοφορίων ὄντων, καὶ τῆς ἄκρας κυριεύσαντος, Ἰσμηνίας μὲν συναρπασθεὶς καὶ κομισθεὶς εἰς Λακεδαίμονα μετʼ οὐ πολὺν χρόνον ἀνῃρέθη, Πελοπίδας δὲ καὶ Φερένικος καὶ Ἀνδροκλείδας μετὰ συχνῶν ἄλλων φεύγοντες ἐξεκηρύχθησαν, Ἐπαμεινώνδας δὲ κατὰ χώραν ἔμεινε τῷ καταφρονηθῆναι διὰ μὲν φιλοσοφίαν ὡς ἀπράγμων, διὰ δὲ πενίαν ὡς ἀδύνατος.