Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

εἰσελθοῦσα δέ, ὥσπερ εἰώθει, μόνη πρὸς τὸν Ἀλέξανδρον ἤδη καθεύδοντα καὶ μετὰ μικρὸν πάλιν προελθοῦσα, τῷ μὲν οἰκέτῃ προσέταξεν ἀπάγειν ἔξω τὸν κύνα· βούλεσθαι γὰρ ἀναπαύεσθαι μεθʼ ἡσυχίας ἐκεῖνον· αὐτὴ δὲ τὴν κλίμακα φοβουμένη μὴ κτύπον παράσχῃ τῶν νεανίσκων ἀναβαινόντων ἐρίοις κατεστόρεσεν·

εἶτα οὕτως ἀναγαγοῦσα τοὺς ἀδελφοὺς ξιφήρεις καὶ στήσασα πρὸ τῶν θυρῶν εἰσῆλθεν αὐτή, καὶ καθελοῦσα τὸ ξίφος ὑπὲρ τῆς κεφαλῆς κρεμάμενον σημεῖον εἶναι τοῦ κατέχεσθαι τὸν ἄνδρα καὶ καθεύδειν ἔδειξεν. ἐκπεπληγμένων δὲ τῶν νεανίσκων καὶ κατοκνούντων, κακίζουσα καὶ διομνυμένη

paris.1624.298
μετʼ ὀργῆς αὐτὴ τὸν Ἀλέξανδρον ἐξεγείρασα μηνύσειν τὴν πρᾶξιν, αἰσχυνθέντας αὐτοὺς ἅμα καὶ φοβηθέντας εἰσήγαγε καὶ περιέστησε τῇ κλίνῃ, προσφέρουσα τὸν λύχνον.

τῶν δὲ ὁ μὲν τοὺς πόδας κατεῖχε πιέσας, ὁ δὲ τὴν κεφαλὴν λαβόμενος τῶν τριχῶν ἀνέκλασεν, ὁ δὲ τρίτος τῷ ξίφει τύπτων αὐτὸν διεχρήσατο, τῷ μὲν τάχει τῆς τελευτῆς πρᾳότερον ἴσως ἢ προσῆκον ἦν ἀποθανόντα, τῷ δὲ μόνον ἢ πρῶτον τυράννων ὑπὸ γυναικὸς ἰδίας ἀπολέσθαι, καὶ τῇ μετὰ θάνατον αἰκίᾳ τοῦ σώματος ῥιφέντος καὶ πατηθέντος ὑπὸ τῶν Φεραίων, ἄξια πεπονθέναι δόξαντα τῶν παρανομημάτων.