Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ὁ δὲ θάνατος αὐτοῦ μεγάλα μὲν ἐλύπησε τοὺς συμμάχους, μείζονα δὲ ὠφέλησε. Θηβαῖοι γὰρ, ὡς ἐπύθοντο τὴν τοῦ Πελοπίδου τελευτήν, οὐδεμίαν ἀναβολὴν ποιησάμενοι τῆς τιμωρίας κατὰ τάχος ἐστράτευσαν ὁπλίταις ἑπτακισχιλίοις, ἱππεῦσι δʼ ἑπτακοσίοις, ἡγουμένου Μαλκίτου καὶ Διογείτονος.

καταλαβόντες δὲ συνεσταλμένον καὶ περικεκομμένον τῆς δυνάμεως Ἀλέξανδρον ἠνάγκασαν Θεσσαλοῖς μὲν ἀποδοῦναι τὰς πόλεις ἃς εἶχεν αὐτῶν, Μάγνητας δὲ καὶ Φθιώτας Ἀχαιοὺς ἀφεῖναι καὶ τὰς φρουρὰς ἐξαγαγεῖν, ὀμόσαι δὲ αὐτὸν ἐφʼ οὓς ἂν ἡγῶνται Θηβαῖοι καὶ κελεύσωσιν ἀκολουθήσειν. Θηβαῖοι μὲν οὖν τούτοις ἠρκέσθησαν ἣν δὲ ὀλίγον ὕστερον τοῖς θεοῖς ὑπὲρ Πελοπίδου δίκην ἔδωκε διηγήσομαι.

Θήβην τὴν συνοικοῦσαν αὐτῷ πρῶτον μὲν, ὡς εἴρηται, Πελοπίδας ἐδίδαξε μὴ φοβεῖσθαι τὴν ἔξω λαμπρότητα καὶ παρασκευὴν τῆς τυραννίδος, ἐντὸς τῶν ὅπλων καὶ τῶν φυλακῶν οὖσαν ἔπειτα δὲ φοβουμένη τὴν ἀπιστίαν αὐτοῦ καὶ μισοῦσα τὴν ὠμότητα, συνθεμένη μετὰ τῶν ἀδελφῶν, τριῶν ὄντων, Τισιφόνου, Πειθολάου, Λυκόφρονος,

p.432
ἐπεχείρει τόνδε τὸν τρόπον.

τὴν μὲν ἄλλην οἰκίαν τοῦ τυράννου κατεῖχον αἱ φυλακαὶ τῶν παρανυκτερευόντων, ὁ δὲ θάλαμος, ἐν ᾧ καθεύδειν εἰώθεσαν, ὑπερῷος ἦν, καὶ πρὸ αὐτοῦ φυλακὴν εἶχε κύων δεδεμένος, πᾶσι φοβερὸς πλὴν αὐτοῖς ἐκείνοις καὶ ἑνὶ τῶν οἰκετῶν τῷ τρέφοντι. καθʼ ὃν οὖν ἔμελλε καιρὸν ἐπιχειρεῖν ἡ Θήβη, τοὺς μὲν ἀδελφοὺς ἀφʼ ἡμέρας εἶχε πλησίον ἐν οἴκῳ τινὶ κεκρυμμένους,

εἰσελθοῦσα δέ, ὥσπερ εἰώθει, μόνη πρὸς τὸν Ἀλέξανδρον ἤδη καθεύδοντα καὶ μετὰ μικρὸν πάλιν προελθοῦσα, τῷ μὲν οἰκέτῃ προσέταξεν ἀπάγειν ἔξω τὸν κύνα· βούλεσθαι γὰρ ἀναπαύεσθαι μεθʼ ἡσυχίας ἐκεῖνον· αὐτὴ δὲ τὴν κλίμακα φοβουμένη μὴ κτύπον παράσχῃ τῶν νεανίσκων ἀναβαινόντων ἐρίοις κατεστόρεσεν·