Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἐκ δὲ τῶν πόλεων, ὡς ἀπηγγέλθη ταῦτα, παρῆσαν αἵ τε ἀρχαὶ καὶ μετʼ αὑτῶν ἔφηβοι καὶ παῖδες καὶ ἱερεῖς πρὸς τὴν ὑποδοχὴν τοῦ σώματος, τρόπαια καὶ στεφάνους καὶ πανοπλίας χρυσᾶς ἐπιφέροντες. ὡς δὲ ἔμελλεν ἐκκομίζεσθαι τὸ σῶμα, προσελθόντες οἱ πρεσβύτατοι τῶν Θεσσαλῶν ᾐτοῦντο τοὺς Θηβαίους διʼ αὑτῶν θάψαι τὸν νεκρόν. εἷς δὲ αὑτῶν ἔλεγεν· ἄνδρες σύμμαχοι, χάριν αἰτοῦμεν παρʼ ὑμῶν κόσμον ἡμῖν ἐπὶ ἀτυχίᾳ τοσαύτῃ καὶ παραμυθίαν φέρουσαν.

οὐ γὰρ ζῶντα Θεσσαλοὶ Πελοπίδαν προπέμψουσιν, οὐδὲ αἰσθανομένῳ τὰς ἀξίας τιμὰς ἀποδώσουσιν, ἀλλʼ ἐὰν ψαῦσαί τε τοῦ νεκροῦ τύχωμεν καὶ διʼ αὑτῶν κοσμῆσαι καὶ θάψαι τὸ σῶμα, δόξομεν ὑμῖν οὐκ ἀπιστεῖν ὅτι μείζων ἡ συμφορὰ γέγονε Θετταλοῖς ἢ Θηβαίοις· ὑμῖν μὲν γὰρ ἡγεμόνος ἀγαθοῦ μόνον, ἡμῖν δὲ καὶ τούτου καὶ τῆς ἐλευθερίας στέρεσθαι συμβέβηκε. πῶς γὰρ ἔτι τολμήσομεν

p.428
αἰτῆσαι στρατηγὸν ἄλλον παρʼ ὑμῶν οὐκ ἀποδόντες Πελοπίδαν; ταῦτα μὲν οἱ Θηβαῖοι συνεχώρησαν.

ἐκείνων δὲ τῶν ταφῶν οὐ δοκοῦσιν ἕτεραι λαμπρότεραι γενέσθαι τοῖς τὸ λαμπρὸν οὐκ ἐν ἐλέφαντι καὶ χρυσῷ καὶ πορφύραις εἶναι νομίζουσιν, ὥσπερ Φίλιστος ὑμνῶν καὶ θαυμάζων τὴν Διονυσίου ταφήν, οἷον τραγῳδίας μεγάλης τῆς τυραννίδος ἐξόδιον θεατρικὸν γενομένην.

Ἀλέξανδρος δὲ ὁ μέγας Ἡφαιστίωνος ἀποθανόντος οὐ μόνον ἵππους ἔκειρε καὶ ἡμιόνους, ἀλλὰ καὶ τὰς ἐπάλξεις ἀφεῖλε τῶν τειχῶν, ὡς ἂν δοκοῖεν αἱ πόλεις πενθεῖν, ἀντὶ τῆς πρόσθεν μορφῆς κούριμον σχῆμα καὶ ἄτιμον ἀναλαμβάνουσαι. ταῦτα μὲν οὖν προστάγματα δεσποτῶν ὄντα, καὶ μετὰ

paris.1624.297
πολλῆς ἀνάγκης περαινόμενα καὶ μετὰ φθόνου τῶν τυχόντων καὶ μίσους τῶν βιαζομένων, οὐδεμιᾶς χάριτος ἦν οὐδὲ τιμῆς, ὄγκου δὲ βαρβαρικοῦ καὶ τρυφῆς καὶ ἀλαζονείας ἐπίδειξις, εἰς κενὰ καὶ ἄζηλα τὴν περιουσίαν διατιθεμένων·

ἀνὴρ δὲ δημοτικὸς ἐπὶ ξένης τεθνηκώς, οὐ γυναικός, οὐ παίδων, οὐ συγγενῶν παρόντων, οὐ δεομένου τινός, οὐκ ἀναγκάζοντος, ὑπὸ δήμων τοσούτων καὶ πόλεων ἁμιλλωμένων προπεμπόμενος καὶ συνεκκομιζόμενος καὶ στεφανούμενος, εἰκότως ἐδόκει τὸν τελειότατον ἀπέχειν εὐδαιμονισμόν.

οὐ γάρ, ὡς Αἴσωπος ἔφασκε, χαλεπώτατός ἐστιν ὁ τῶν εὐτυχούντων θάνατος, ἀλλὰ μακαριώτατος, εἰς ἀσφαλῆ χώραν τὰς εὐπραξίας κατατιθέμενος τῶν ἀγαθῶν καὶ τύχην μεταβάλλεσθαι μὴ ἀπολείπων. διὸ βέλτιον ὁ Λάκων τὸν Ὀλυμπιονίκην Διαγόραν, ἐπιδόντα μὲν υἱοὺς στεφανουμένους

p.430
Ὀλυμπίασιν, ἐπιδόντα δʼ υἱωνοὺς καὶ θυγατριδοῦς, ἀσπασάμενος, κάτθανε, εἶπε, Διαγόρα· οὐκ εἰς τὸν Ὄλυμπον ἀναβήσῃ.

τὰς δὲ Ὀλυμπιακὰς καὶ Πυθικὰς νίκας οὐκ ἂν, οἶμαί, τις εἰς τὸ αὐτὸ συνθεὶς ἁπάσας ἑνὶ τῶν Πελοπίδου παραβαλεῖν ἀγώνων ἀξιώσειεν, οὓς πολλοὺς ἀγωνισάμενος καὶ κατορθώσας, καὶ τοῦ βίου τὸ πλεῖστον ἐν δόξῃ καὶ τιμῇ βιώσας, τέλος ἐν τῇ τρισκαιδεκάτῃ βοιωταρχίᾳ, τυραννοκτονίᾳ μεμιγμένην ἀριστείαν ἀριστεύων, ὑπὲρ τῆς τῶν Θεσσαλῶν ἐλευθερίας ἀπέθανεν.