Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἔτι μᾶλλον ἠγάπησε, καὶ πάθος βασιλικὸν παθὼν οὐκ ἀπεκρύψατο τὴν πρὸς τὸν ἄνδρα τιμήν, οὐδʼ ἔλαθε τοὺς ἄλλους πρέσβεις πλεῖστον νέμων ἐκείνῳ. καίτοι δοκεῖ μάλιστα τῶν Ἑλλήνων Ἀνταλκίδαν τιμῆσαι τὸν Λακεδαιμόνιον, ὅτι τὸν στέφανον, ὃν πίνων περιέκειτο, βάψας εἰς μύρον ἀπέστειλε.

Πελοπίδᾳ δὲ οὕτω μὲν οὐκ ἐνετρύφησε, δῶρα δὲ λαμπρότατα καὶ μέγιστα τῶν νομιζομένων ἐξέπεμψε καὶ τὰς ἀξιώσεις ἐπεκύρωσεν, αὐτονόμους μὲν εἶναι τοὺς Ἕλληνας, οἰκεῖσθαι δὲ Μεσσήνην, Θηβαίους δὲ πατρικοὺς φίλους νομίζεσθαι βασιλέως. ταύτας ἔχων τὰς ἀποκρίσεις, τῶν δὲ δώρων οὐδὲν ὅ τι μὴ χάριτος ἦν σύμβολον καὶ

p.418
φιλοφροσύνης δεξάμενος, ἀνέζευξεν· ὃ καὶ μάλιστα τοὺς ἄλλους πρέσβεις διέβαλε.

Τιμαγόραν γοῦν Ἀθηναῖοι κρίναντες ἀπέκτειναν, εἰ μὲν ἐπὶ τῷ πλήθει τῶν δωρεῶν, ὀρθῶς καὶ δικαίως· οὐ γὰρ μόνον χρυσίον οὐδʼ ἀργύριον ἔλαβεν, ἀλλὰ καὶ κλίνην πολυτελῆ καὶ στρώτας θεράποντας, ὡς τῶν Ἑλλήνων οὐκ ἐπισταμένων, ἔτι δὲ βοῦς ὀγδοήκοντα καὶ βουκόλους, ὡς δὴ πρὸς ἀρρωστίαν τινὰ γάλακτος βοείου δεόμενος, τέλος δὲ κατέβαινεν ἐπὶ θάλασσαν ἐν φορείῳ κομιζόμενος, καὶ τέσσαρα τάλαντα τοῖς κομίζουσι μισθὸς ἐδόθη παρὰ βασιλέως· ἀλλʼ ἔοικεν οὐχ ἡ δωροδοκία μάλιστα παροξῦναι τοὺς Ἀθηναίους.

Ἐπικράτους γοῦν ποτε τοῦ σακεσφόρου μήτε ἀρνουμένου δῶρα δέξασθαι παρὰ βασιλέως, ψήφισμά τε γράφειν φάσκοντος ἀντὶ τῶν ἐννέα ἀρχόντων χειροτονεῖσθαι κατʼ ἐνιαυτὸν ἐννέα πρέσβεις πρὸς βασιλέα τῶν δημοτικῶν καὶ πενήτων, ὅπως λαμβάνοντες εὐπορῶσιν, ἐγέλασεν ὁ δῆμος· ἀλλʼ ὅτι Θηβαίοις ἐγεγόνει πάντα χαλεπῶς ἔφερον, οὐ λογιζόμενοι τὴν Πελοπίδου δόξαν, ὅσων ἦν ῥητορειῶν καὶ λόγων κρείττων παρʼ ἀνθρώπῳ θεραπεύοντι τοὺς τῶν ὅπλων ἀεὶ κρατοῦντας.