Pelopidas
Plutarch
Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
ταῦτʼ οὖν ὁ Ἀρταξέρξης ἔχαιρε, καὶ τὸν Πελοπίδαν ἐθαύμαζε ἐπὶ τῇ δόξῃ[*](ἐπὶ τῇ δόξῃ Bekker, after Coraës: τῇ δόξῃ.) καὶ μέγαν ἐποίει ταῖς τιμαῖς, ὑπὸ τῶν μεγίστων εὐδαιμονίζεσθαι καὶ θεραπεύεσθαι βουλόμενος δοκεῖν. ἐπεὶ δὲ καὶ τὴν ὄψιν αὐτοῦ εἶδε καὶ τοὺς λόγους κατενόησε, τῶν μὲν Ἀττικῶν βεβαιοτέρους, τῶν δὲ Λακεδαιμονίων ἁπλουστέρους ὄντας,
ἔτι μᾶλλον ἠγάπησε, καὶ πάθος βασιλικὸν παθὼν οὐκ ἀπεκρύψατο τὴν πρὸς τὸν ἄνδρα τιμήν, οὐδʼ ἔλαθε τοὺς ἄλλους πρέσβεις πλεῖστον νέμων ἐκείνῳ. καίτοι δοκεῖ μάλιστα τῶν Ἑλλήνων Ἀνταλκίδαν τιμῆσαι τὸν Λακεδαιμόνιον, ὅτι τὸν στέφανον, ὃν πίνων περιέκειτο, βάψας εἰς μύρον ἀπέστειλε.
Πελοπίδᾳ δὲ οὕτω μὲν οὐκ ἐνετρύφησε, δῶρα δὲ λαμπρότατα καὶ μέγιστα τῶν νομιζομένων ἐξέπεμψε καὶ τὰς ἀξιώσεις ἐπεκύρωσεν, αὐτονόμους μὲν εἶναι τοὺς Ἕλληνας, οἰκεῖσθαι δὲ Μεσσήνην, Θηβαίους δὲ πατρικοὺς φίλους νομίζεσθαι βασιλέως. ταύτας ἔχων τὰς ἀποκρίσεις, τῶν δὲ δώρων οὐδὲν ὅ τι μὴ χάριτος ἦν σύμβολον καὶ
Τιμαγόραν γοῦν Ἀθηναῖοι κρίναντες ἀπέκτειναν, εἰ μὲν ἐπὶ τῷ πλήθει τῶν δωρεῶν, ὀρθῶς καὶ δικαίως· οὐ γὰρ μόνον χρυσίον οὐδʼ ἀργύριον ἔλαβεν, ἀλλὰ καὶ κλίνην πολυτελῆ καὶ στρώτας θεράποντας, ὡς τῶν Ἑλλήνων οὐκ ἐπισταμένων, ἔτι δὲ βοῦς ὀγδοήκοντα καὶ βουκόλους, ὡς δὴ πρὸς ἀρρωστίαν τινὰ γάλακτος βοείου δεόμενος, τέλος δὲ κατέβαινεν ἐπὶ θάλασσαν ἐν φορείῳ κομιζόμενος, καὶ τέσσαρα τάλαντα τοῖς κομίζουσι μισθὸς ἐδόθη παρὰ βασιλέως· ἀλλʼ ἔοικεν οὐχ ἡ δωροδοκία μάλιστα παροξῦναι τοὺς Ἀθηναίους.