Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἐπεὶ δὲ οἱ στρατηγοὶ τῶν Θηβαίων εἰς τὴν Θετταλίαν ἐμβαλόντες ἔπραξαν οὐδέν,

p.412
ἀλλὰ διʼ ἀπειρίαν ἢ δυστυχίαν αἰσχρῶς ἀνεχώρησαν, ἐκείνων μὲν ἕκαστον ἡ πόλις μυρίαις δραχμαῖς ἐζημίωσεν, Ἐπαμεινώνδαν δὲ μετὰ δυνάμεως ἀπέστειλεν.

εὐθὺς οὖν κίνησίς τις μεγάλη Θετταλῶν ἦν ἐπαιρομένων πρὸς τὴν δόξαν τοῦ στρατηγοῦ, καὶ τὰ πράγματα τοῦ τυράννου ῥοπῆς ἐδεῖτο μικρᾶς ἀπολωλέναι· τοσοῦτος ἐνεπεπτώκει φόβος τοῖς περὶ αὐτὸν ἡγεμόσι καὶ φίλοις, τοσαύτη δὲ τοὺς ὑπηκόους ὁρμὴ πρὸς ἀπόστασιν εἶχε καὶ χαρὰ τοῦ μέλλοντος, ὡς νῦν ἐποψομένους δίκην διδόντα τὸν τύραννον.

οὐ μὴν ἀλλʼ Ἐπαμεινώνδας τὴν αὐτοῦ δόξαν ἐν ὑστέρῳ τῆς Πελοπίδου σωτηρίας τιθέμενος, καὶ δεδοικὼς μὴ τῶν πραγμάτων ταραχθέντων ἀπογνοὺς ἑαυτὸν Ἀλέξανδρος ὥσπερ θηρίον τράπηται πρὸς ἐκεῖνον, ἐπῃωρεῖτο τῷ πολέμῳ, καὶ κύκλῳ περιϊὼν, τῇ παρασκευῇ καὶ τῇ μελλήσει κατεσκεύαζε καὶ συνέστελλε τὸν τύραννον, ὡς μήτε ἀντεῖναι τὸ αὔθαδες αὐτοῦ καὶ θρασυνόμενον μήτε τὸ πικρὸν καὶ θυμοειδὲς ἐξερεθίσαι,

πυνθανόμενος τὴν ὠμότητα καὶ τὴν ὀλιγωρίαν τῶν καλῶν καὶ δικαίων, ὡς ζῶντας μὲν ἀνθρώπους κατώρυττεν, ἑτέροις δὲ δέρματα συῶν ἀγρίων καὶ ἄρκτων περιτιθεὶς καὶ τοὺς θηρατικοὺς ἐπάγων κύνας καὶ διέσπα καὶ κατηκόντιζε, παιδιᾷ ταύτῃ χρώμενος, Μελιβοίᾳ δὲ καὶ Σκοτούσῃ, πόλεσιν ἐνσπόνδοις καὶ φίλαις, ἐκκλησιαζούσαις περιστήσας ἅμα τοὺς δορυφόρους ἡβηδὸν ἀπέσφαξε, τὴν δὲ λόγχην ᾗ Πολύφρονα τὸν θεῖον ἀπέκτεινε καθιερώσας

p.414
καὶ καταστέψας, ἔθυεν ὥσπερ θεῷ καὶ Τύχωνα προσηγόρευε.

τραγῳδὸν δέ ποτε θεώμενος Εὐριπίδου Τρῳάδας ὑποκρινόμενον ᾤχετο ἀπιὼν ἐκ τοῦ θεάτρου, καὶ πέμψας πρὸς αὐτὸν ἐκέλευε θαρρεῖν καὶ μηδὲν ἀγωνίζεσθαι διὰ τοῦτο χεῖρον, οὐ γὰρ ἐκείνου καταφρονῶν ἀπελθεῖν, ἀλλʼ αἰσχυνόμενος τοὺς πολίτας, εἰ μηδένα πώποτε τῶν ὑπʼ αὐτοῦ φονευομένων ἠλεηκώς, ἐπὶ τοῖς Ἑκάβης καὶ Ἀνδρομάχης κακοῖς ὀφθήσεται δακρύων.

οὗτος μέντοι τὴν δόξαν αὐτὴν καὶ τοὔνομα καὶ τὸ πρόσχημα τῆς Ἐπαμεινώνδου στρατηγίας καταπλαγείς,

ἔπτηξʼ ἀλέκτωρ δοῦλος ὣς κλίνας πτερόν,
καὶ τοὺς ἀπολογησομένους ταχὺ πρὸς αὐτὸν
paris.1624.294
ἔπεμπεν. ὁ δὲ συνθέσθαι μὲν εἰρήνην καὶ φιλίαν πρὸς τοιοῦτον ἄνδρα Θηβαίοις οὐχ ὑπέμεινε, σπεισάμενος δέ τριακονθημέρους ἀνοχὰς τοῦ πολέμου καὶ λαβὼν τὸν Πελοπίδαν καὶ τὸν Ἰσμηνίαν ἀνεχώρησεν.