Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

μετὰ δὲ ταῦτα πάλιν τῶν Θετταλῶν αἰτιωμένων τὸν Φεραῖον Ἀλέξανδρον ὡς διαταράττοντα τὰς πόλεις, ἀπεστάλη Μετὰ Ἰσμηνίου πρεσβεύων ὁ Πελοπίδας· καὶ παρῆν οὔτε οἴκοθεν ἄγων δύναμιν οὔτε πόλεμον προσδοκήσας, αὐτοῖς δὲ τοῖς Θετταλοῖς χρῆσθαι πρὸς τὸ κατεπεῖγον τῶν πραγμάτων ἀναγκαζόμενος.

ἐν τούτῳ δὲ πάλιν τῶν κατὰ Μακεδονίαν ταραττομένων ὁ γὰρ Πτολεμαῖος ἀνῃρήκει τὸν βασιλέα καὶ τὴν ἀρχὴν κατέσχεν, οἱ δὲ φίλοι τοῦ τεθνηκότος ἐκάλουν τὸν Πελοπίδαν , βουλόμενος μὲν ἐπιφανῆναι τοῖς πράγμασιν, ἰδίους δὲ στρατιώτας οὐκ ἔχων, μισθοφόρους τινὰς αὐτόθεν προσλαβόμενος Μετὰ τούτων εὐθὺς ἐβάδιζεν ἐπὶ τὸν Πτολεμαῖον.

ὡς δʼ ἐγγὺς ἀλλήλων ἐγένοντο, τοὺς μὲν μισθοφόρους Πτολεμαῖος χρήμασι διαφθείρας ἔπεισεν ὡς αὐτὸν μεταστῆναι, τοῦ δὲ Πελοπίδου τὴν δόξαν αὐτὴν καὶ τοὔνομα δεδοικώς ἀπήντησεν ὡς κρείσσονι, καὶ δεξιωσάμενος καὶ δεηθεὶς ὡμολόγησε τὴν μὲν ἀρχὴν τοῖς τοῦ τεθνηκότος ἀδελφοῖς διαφυλάξειν, Θηβαίοις δὲ τὸν αὐτὸν ἐχθρὸν ἕξειν καὶ φίλον ὁμήρους δʼ ἐπὶ τούτοις τὸν υἱὸν Φιλόξενον ἔδωκε καὶ πεντήκοντα τῶν ἑταίρων.

τούτους μὲν οὖν

p.408
ἀπέστειλεν εἰς Θήβας ὁ Πελοπίδας, αὐτὸς δὲ βαρέως φέρων τὴν τῶν μισθοφόρων προδοσίαν, καὶ πυνθανόμενος τὰ πλεῖστα τῶν χρημάτων αὐτοῖς καὶ παῖδας καὶ γυναῖκας ἀποκεῖσθαι περὶ Φάρσαλον, ὥστε τούτων κρατήσας ἱκανὴν δίκην ὧν καθύβρισται λήψεσθαι, συναγαγὼν τῶν Θεσσαλῶν τινας ἧκεν εἰς Φάρσαλον.

ἀρτίως δʼ αὐτοῦ παρεληλυθότος Ἀλέξανδρος ὁ τύραννος ἐπεφαίνετο Μετὰ τῆς δυνάμεως. καὶ νομίσαντες οἱ περὶ τὸν Πελοπίδαν ἀπολογησόμενον ἥκειν ἐβάδιζον αὐτοὶ πρὸς αὐτόν, ἐξώλη μὲν ὄντα καὶ μιαιφόνον εἰδότες, διὰ δὲ τὰς Θήβας καὶ τὸ περὶ αὐτοὺς ἀξίωμα καὶ δόξαν οὐδὲν ἂν παθεῖν προσδοκήσαντες.

ὁ δέ, ὡς εἶδεν ἀνόπλους καὶ μόνους προσιόντας, ἐκείνους μὲν εὐθὺς συνέλαβε, τὴν δὲ Φάρσαλον κατέσχε, φρίκην δὲ καὶ φόβον ἐνειργάσατο τοῖς ὑπηκόοις πᾶσιν ὥς γε μετά τὴν τηλικαύτην ἀδικίαν καὶ τόλμαν ἀφειδήσων ἁπάντων, καὶ χρησόμενος οὕτω τοῖς παραπίπτουσιν ἀνθρώποις καὶ πράγμασιν ὡς τότε γε κομιδῇ τὸν ἑαυτοῦ βίον ἀπεγνωκώς.