Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἐπεὶ δὲ Ἀλεξάνδρου τοῦ Φερῶν τυράννου πολεμοῦντος μὲν ἐκ προδήλου πολλοῖς Θετταλῶν, ἐπιβουλεύοντος δὲ πᾶσιν, ἐπρέσβευσαν εἰς Θήβας αἱ πόλεις στρατηγὸν αἰτούμεναι καὶ δύναμιν, ὁρῶν ὁ Πελοπίδας τὸν

p.404
Ἐπαμεινώνδαν τὰς ἐν Πελοποννήσῳ πράξεις διοικεῖν,[*](διοικεῖν Bekker has διοικοῦντα, after Coraës.) αὐτὸς ἑαυτὸν ἐπέδωκε καὶ προσένειμε τοῖς Θεσσαλοῖς, μήτε τήν ἰδίαν ἐπιστήμην καὶ δύναμιν ἀργοῦσαν περιορᾶν ὑπομένων, μήτε ὅπου πάρεστιν Ἐπαμεινώνδας ἑτέρου δεῖσθαι στρατηγοῦ νομίζων.

ὡς οὖν ἐστράτευσεν ἐπὶ Θεσσαλίαν μετὰ δυνάμεως, τήν τε Λάρισσαν εὐθὺς παρέλαβε, καὶ τὸν Ἀλέξανδρον ἐλθόντα καὶ δεόμενον διαλλάττειν ἐπειρᾶτο καὶ ποιεῖν ἐκ τυράννου πρᾷον ἄρχοντα τοῖς Θεσσαλοῖς καὶ νόμιμον. ὡς δὲ ἦν ἀνήκεστος καὶ θηριώδης καὶ πολλὴ μὲν ὠμότης αὐτοῦ, πολλὴ δὲ ἀσέλγεια καὶ πλεονεξία κατηγορεῖτο, τραχυνομένου τοῦ Πελοπίδου πρὸς αὐτὸν καὶ χαλεπαίνοντος ἀποδρὰς ᾤχετο μετὰ τῶν δορυφόρων.

ὁ δὲ Πελοπίδας ἄδειάν τε πολλὴν ἀπὸ τοῦ τυράννου τοῖς Θεσσαλοῖς ἀπολιπὼν καὶ πρὸς ἀλλήλους ὁμόνοιαν, αὐτὸς εἰς Μακεδονίαν ἀπῆρε, Πτολεμαίου μὲν Ἀλεξάνδρῳ τῷ βασιλεύοντι τῶν Μακεδόνων πολεμοῦντος, ἀμφοτέρων δὲ μεταπεμπομένων ἐκεῖνον ὡς διαλλακτὴν καὶ δικαστὴν καὶ σύμμαχον καὶ βοηθὸν τοῦ δοκοῦντος ἀδικεῖσθαι γενησόμενον.

ἐλθὼν δὲ καὶ διαλύσας τὰς διαφορὰς καὶ καταγαγὼν τοὺς φεύγοντας, ὅμηρον ἔλαβε τὸν ἀδελφὸν τοῦ βασιλέως Φίλιππον καὶ τριάκοντα παῖδας ἄλλους τῶν ἐπιφανεστάτων,

paris.1624.292
καὶ κατέστησεν εἰς Θήβας, ἐπιδειξάμενος τοῖς Ἕλλησιν ὡς πόρρω διήκει τὰ Θηβαίων πράγματα τῇ δόξῃ τῆς δυνάμεως καὶ τῇ πίστει τῆς δικαιοσύνης.

οὗτος ἦν Φίλιππος ὁ τοῖς Ἕλλησιν ὕστερον πολεμήσας ὑπὲρ τῆς ἐλευθερίας, τότε δὲ παῖς ὢν

p.406
ἐν Θήβαις παρὰ Παμμένει δίαιταν εἶχεν. ἐκ δὲ τούτου καὶ ζηλωτὴς γεγονέναι ἔδοξεν[*](ἔδοξεν κατανοήσας Bekker has τισὶν ἔδοξεν κατανοήσασιν (to some who observed), after Coraës.) Ἐπαμεινώνδου, τὸ περὶ τοὺς πολέμους καὶ τὰς στρατηγίας δραστήριον ἴσως κατανοήσας,[*](ἔδοξεν κατανοήσας Bekker has τισὶν ἔδοξεν κατανοήσασιν (to some who observed), after Coraës.) ὃ μικρὸν ἦν τῆς τοῦ ἀνδρὸς ἀρετῆς μόριον, ἐγκρατείας δὲ καὶ δικαιοσύνης καὶ μεγαλοψυχίας καὶ πρᾳότητος, οἷς ἦν ἀληθῶς μέγας ἐκεῖνος, οὐδὲν οὔτε φύσει Φίλιππος οὔτε μιμήσει μετέσχε.