Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἐν ἐκείνῃ τῇ στρατείᾳ πᾶσαν μὲν Ἀρκαδίαν εἰς μίαν δύναμιν συνέστησαν, τὴν δὲ Μεσσηνίαν χώραν νεμομένων Σπαρτιατῶν ἀποτεμόμενοι τοὺς παλαιοὺς Μεσσηνίους ἐκάλουν καὶ κατῆγον Ἰθώμην συνοικίσαντες, ἀπιόντες δὲ ἐπʼ οἴκου διὰ Κεγχρεῶν Ἀθηναίους ἐνίκων ἐπιχειροῦντας ἁψιμαχεῖν περὶ τὰ στενὰ καὶ κωλύειν τὴν πορείαν.

ἐπὶ δὲ τούτοις οἱ μὲν ἄλλοι πάντες ὑπερηγάπων τὴν ἀρετὴν καὶ τὴν τύχην ἐθαύμαζον, ὁ δὲ συγγενὴς καὶ πολιτικὸς φθόνος ἅμα τῇ δόξῃ τῶν ἀνδρῶν συναυξόμενος οὐ καλὰς οὐδὲ πρεπούσας ὑποδοχὰς παρεσκεύαζεν αὐτοῖς. θανάτου γὰρ ἀμφότεροι δίκας ἔφυγον ἐπανελθόντες, ὅτι τοῦ νόμου κελεύοντος ἐν τῷ πρώτῳ μηνὶ παραδοῦναι τὴν βοιωταρχίαν ἑτέροις, ὃν Βουκάτιον ὀνομάζουσι, τέτταρας ὅλους

p.400
προσεπεβάλοντο μῆνας, ἐν οἷς τὰ περὶ Μεσσήνην καὶ Ἀρκαδίαν καὶ τὴν Λακωνικὴν διῴκησαν.

εἰσήχθη μὲν οὖν πρότερος εἰς τὸ δικαστήριον Πελοπίδας, διὸ καὶ μᾶλλον ἐκινδύνευσεν, ἀμφότεροι δὲ ἀπελύθησαν. τὸ δὲ συκοφάντημα καὶ τὴν πεῖραν Ἐπαμεινώνδας ἤνεγκε πρᾴως, μέγα μέρος ἀνδρείας καὶ μεγαλοψυχίας τὴν ἐν τοῖς πολιτικοῖς ἀνεξικακίαν ποιούμενος, Πελοπίδας δὲ καὶ φύσει θυμοειδέστερος ὤν, καὶ παροξυνόμενος ὑπὸ τῶν φίλων ἀμύνασθαι τοὺς ἐχθρούς, ἐπελάβετο τοιαύτης αἰτίας.

Μενεκλείδας ὁ ῥήτωρ ἦν μὲν εἷς τῶν μετὰ Πελοπίδου καὶ Μέλωνος εἰς τὴν Χάρωνος οἰκίαν συνελθόντων, ἐπεὶ δὲ τῶν ἴσων οὐκ ἠξιοῦτο παρὰ τοῖς Θηβαίοις, δεινότατος μὲν ὢν λέγειν, ἀκόλαστος δὲ καὶ κακοήθης τὸν

paris.1624.291
τρόπον, ἐχρῆτο τῇ φύσει πρὸς τὸ συκοφαντεῖν καὶ διαβάλλειν τοὺς κρείττονας, οὐδὲ μετὰ δίκην ἐκείνην παυσάμενος.