Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

εἰς μέντοι Πελοπόννησον ἀμφότεροι βοιωταρχοῦντες ἐνέβαλον καὶ τῶν ἐθνῶν τὰ πλεῖστα προσήγοντο, Λακεδαιμονίων ἀποστήσαντες Ἦλιν, Ἄργος, Ἀρκαδίαν σύμπασαν, αὐτῆς τῆς Λακωνικῆς τὰ πλεῖστα, καίτοι χειμῶνος μὲν ἦσαν αἱ περὶ τροπὰς ἀκμαί, μηνὸς δὲ τοῦ τελευταίου φθίνοντος ὀλίγαι περιῆσαν ἡμέραι, καὶ τὴν ἀρχὴν ἔδει παραλαμβάνειν ἑτέρους εὐθὺς ἱσταμένου τοῦ πρώτου μηνός, ἢ θνῄσκειν τοὺς μὴ παραδιδόντας.

οἱ δὲ ἄλλοι βοιωτάρχαι καὶ τὸν νόμον δεδιότες τοῦτον καὶ τὸν χειμῶνα φεύγοντες ἀπάγειν ἔσπευδον ἐπʼ οἴκου τὸ στράτευμα, Πελοπίδας δὲ πρῶτος Ἐπαμεινώνδᾳ γενόμενος σύμψηφος καὶ συμπαρορμήσας τοὺς πολίτας ἦγεν ἐπὶ τὴν Σπάρτην καὶ διεβίβαζε τὸν Εὐρώταν. καὶ πολλὰς μὲν ᾕρει πόλεις αὐτῶν, πᾶσαν δὲ τὴν χώραν ἐπόρθει μέχρι θαλάττης, ἡγούμενος ἑπτὰ μυριάδων Ἑλληνικῆς στρατιᾶς, ἧς ἔλαττον ἢ

p.398
δωδέκατον ἦσαν αὐτοὶ Θηβαῖοι μέρος.

ἀλλʼ ἡ δόξα τῶν ἀνδρῶν ἄνευ δόγματος κοινοῦ καὶ ψηφίσματος ἐποίει τοὺς συμμάχους ἕπεσθαι σιωπῇ πάντας ἡγουμένοις ἐκείνοις. ὁ γὰρ πρῶτος, ὡς ἔοικε, καὶ κυριώτατος νόμος τῷ σῴζεσθαι δεομένῳ τὸν σῴζειν δυνάμενον ἄρχοντα κατὰ φύσιν ἀποδίδωσι· κἂν ὥσπερ οἱ πλέοντες εὐδίας οὔσης ἢ παρʼ ἀκτὴν ὁρμοῦντες ἀσελγῶς προσενεχθῶσι τοῖς κυβερνήταις καὶ θρασέως, ἅμα τῷ χειμῶνα καὶ κίνδυνον καταλαμβάνειν πρὸς ἐκείνους ἀποβλέπουσι καὶ τὰς ἐλπίδας ἐν ἐκείνοις ἔχουσι.

καὶ γὰρ Ἀργεῖοι καὶ Ἠλεῖοι καὶ Ἀρκάδες ἐν τοῖς συνεδρίοις ἐρίζοντες καὶ διαφερόμενοι πρὸς τοὺς Θηβαίους ὑπὲρ ἡγεμονίας, ἐπʼ αὐτῶν τῶν ἀγώνων καὶ παρὰ τὰ δεινὰ τοῖς ἐκείνων αὐθαιρέτως πειθόμενοι στρατηγοῖς ἠκολούθουν.

ἐν ἐκείνῃ τῇ στρατείᾳ πᾶσαν μὲν Ἀρκαδίαν εἰς μίαν δύναμιν συνέστησαν, τὴν δὲ Μεσσηνίαν χώραν νεμομένων Σπαρτιατῶν ἀποτεμόμενοι τοὺς παλαιοὺς Μεσσηνίους ἐκάλουν καὶ κατῆγον Ἰθώμην συνοικίσαντες, ἀπιόντες δὲ ἐπʼ οἴκου διὰ Κεγχρεῶν Ἀθηναίους ἐνίκων ἐπιχειροῦντας ἁψιμαχεῖν περὶ τὰ στενὰ καὶ κωλύειν τὴν πορείαν.