Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

καίτοι πάντων ἄκροι τεχνῖται καὶ σοφισταὶ τῶν πολεμικῶν ὄντες οἱ Σπαρτιᾶται πρὸς οὐδὲν οὕτως ἐπαίδευον αὑτοὺς καὶ συνείθιζον, ὡς τὸ μὴ πλανᾶσθαι μηδὲ ταράττεσθαι τάξεως

p.396
διαλυθείσης, ἀλλὰ χρώμενοι πᾶσι πάντες ἐπιστάταις καὶ ζευγίταις, ὅποι ποτὲ καὶ συνίστησιν ὁ κίνδυνος, καταλαμβάνειν καὶ συναρμόττειν καὶ μάχεσθαι παραπλησίως.

τότε δὲ ἡ τοῦ Ἐπαμεινώνδου φάλαγξ ἐπιφερομένη μόνοις ἐκείνοις καὶ παραλλάττουσα τοὺς ἄλλους, ὅ τε Πελοπίδας μετὰ τάχους ἀπίστου καὶ τόλμης ἐν τοῖς ὅπλοις γενόμενος, συνέχεον τά τε φρονήματα καὶ τὰς ἐπιστήμας αὐτῶν οὕτως ὥστε φυγὴν καὶ φόνον Σπαρτιατῶν ὅσον οὔπω πρότερον γενέσθαι, διὸ τῷ Ἐπαμεινώνδᾳ βοιωταρχοῦντι μὴ βοιωταρχῶν,

paris.1624.290
καὶ πάσης ἡγουμένῳ τῆς δυνάμεως μικροῦ μέρους ἄρχων. ἴσον ἠνέγκατο δόξης τῆς νίκης ἐκείνης καὶ τοῦ κατορθώματος.

εἰς μέντοι Πελοπόννησον ἀμφότεροι βοιωταρχοῦντες ἐνέβαλον καὶ τῶν ἐθνῶν τὰ πλεῖστα προσήγοντο, Λακεδαιμονίων ἀποστήσαντες Ἦλιν, Ἄργος, Ἀρκαδίαν σύμπασαν, αὐτῆς τῆς Λακωνικῆς τὰ πλεῖστα, καίτοι χειμῶνος μὲν ἦσαν αἱ περὶ τροπὰς ἀκμαί, μηνὸς δὲ τοῦ τελευταίου φθίνοντος ὀλίγαι περιῆσαν ἡμέραι, καὶ τὴν ἀρχὴν ἔδει παραλαμβάνειν ἑτέρους εὐθὺς ἱσταμένου τοῦ πρώτου μηνός, ἢ θνῄσκειν τοὺς μὴ παραδιδόντας.

οἱ δὲ ἄλλοι βοιωτάρχαι καὶ τὸν νόμον δεδιότες τοῦτον καὶ τὸν χειμῶνα φεύγοντες ἀπάγειν ἔσπευδον ἐπʼ οἴκου τὸ στράτευμα, Πελοπίδας δὲ πρῶτος Ἐπαμεινώνδᾳ γενόμενος σύμψηφος καὶ συμπαρορμήσας τοὺς πολίτας ἦγεν ἐπὶ τὴν Σπάρτην καὶ διεβίβαζε τὸν Εὐρώταν. καὶ πολλὰς μὲν ᾕρει πόλεις αὐτῶν, πᾶσαν δὲ τὴν χώραν ἐπόρθει μέχρι θαλάττης, ἡγούμενος ἑπτὰ μυριάδων Ἑλληνικῆς στρατιᾶς, ἧς ἔλαττον ἢ

p.398
δωδέκατον ἦσαν αὐτοὶ Θηβαῖοι μέρος.