Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἔτι δὲ τοὺς ὑπὸ Θεμιστοκλέους σφαγιασθέντας Ὠμηστῇ Διονύσῳ πρὸ τῆς ἐν Σαλαμῖνι ναυμαχίας· ἐκείνοις γὰρ ἐπιμαρτυρῆσαι τὰ κατορθώματα· τοῦτο δέ, ὡς Ἀγησίλαον ἀπὸ τῶν αὐτῶν Ἀγαμέμνονι τόπων ἐπὶ τοὺς αὐτοὺς στρατευόμενον πολεμίους ᾔτησε μὲν ἡ θεὸς τὴν θυγατέρα σφάγιον καὶ ταύτην εἶδε τὴν ὄψιν ἐν Αὐλίδι κοιμώμενος, ὁ δʼ οὐκ ἔδωκεν, ἀλλʼ ἀπομαλθακωθεὶς κατέλυσε τὴν στρατείαν ἄδοξον καὶ ἀτελῆ γενομένην.

οἱ δὲ τοὐναντίον ἀπηγόρευον, ὡς οὐδενὶ τῶν κρειττόνων καὶ ὑπὲρ ἡμᾶς ἀρεστὴν οὖσαν οὕτω βάρβαρον καὶ παράνομον θυσίαν· οὐ γὰρ τοὺς Τυφῶνας ἐκείνους οὐδὲ τοὺς Γίγαντας ἄρχειν, ἀλλὰ τόν πάντων πατέρα θεῶν καὶ ἀνθρώπων· δαίμονας δὲ χαίροντας ἀνθρώπων αἵματι καὶ φόνῳ πιστεύειν μὲν ἴσως ἐστὶν ἀβέλτερον, ὄντων δὲ τοιούτων ἀμελητέον ὡς ἀδυνάτων· ἀσθενείᾳ γὰρ καὶ μοχθηρίᾳ ψυχῆς ἐμφύεσθαι καὶ παραμένειν τάς ἀτόπους καὶ χαλεπὰς ἐπιθυμίας.

ἐν τοιούτοις οὖν διαλόγοις τῶν πρώτων ὄντων, καὶ μάλιστα τοῦ Πελοπίδου διαποροῦντος, ἵππων ἐξ ἀγέλης πῶλος ἀποφυγοῦσα καὶ φερομένη διὰ τῶν ὅπλων, ὡς ἦν θέουσα κατʼ αὐτοὺς ἐκείνους, ἐπέστη· καὶ τοῖς μὲν ἄλλοις θέαν παρεῖχεν ἥ τε χρόα στίλβουσα τῆς χαίτης πυρσότατον

p.394
ἥ τε γαυρότης καὶ τὸ σοβαρὸν καὶ τεθαρρηκὸς τῆς φωνῆς,

Θεόκριτος δὲ ὁ μάντις συμφρονήσας ἀνεβόησε πρὸς τὸν Πελοπίδαν ἥκει σοι τὸ ἱερεῖον, ὦ δαιμόνιε, καὶ παρθένον ἄλλην μὴ περιμένωμεν, ἀλλὰ χρῶ δεξάμενος ἣν ὁ θεὸς δίδωσιν. ἐκ τούτου λαβόντες τὴν ἵππον ἐπὶ τοὺς τάφους ἦγον τῶν παρθένων, καὶ κατευξάμενοι καὶ καταστέψαντες ἐνέτεμον αὐτοί τε χαίροντες καὶ λόγον εἰς τὸ στρατόπεδον περὶ τῆς ὄψεως τοῦ Πελοπίδου καὶ τῆς θυσίας διδόντες.