Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ταῦτα δέ μοι παρέστη προαναφωνῆσαι γράφοντι τὸν Πελοπίδου βίον καὶ τὸν Μαρκέλλου, μεγάλων ἀνδρῶν παραλόγως πεσόντων, καὶ γὰρ χειρὶ χρῆσθαι μαχιμώτατοι γενόμενοι, καὶ στρατηγίαις ἐπιφανεστάταις κοσμήσαντες ἀμφότεροι τὰς πατρίδας, ἔτι δὲ τῶν βαρυτάτων ἀνταγωνιστῶν ὁ μὲν Ἀννίβαν ἀήττητον ὄντα πρῶτος, ὡς

paris.1624.279
λέγεται, τρεψάμενος, ὁ δὲ γῆς καὶ θαλάττης ἄρχοντας Λακεδαιμονίους ἐκ παρατάξεως νικήσας, ἠφείδησαν ἑαυτῶν, σὺν οὐδενὶ λογισμῷ προέμενοι τὸν βίον ὁπηνίκα μάλιστα τοιούτων καιρὸς ἦν ἀνδρῶν
p.346
σῳζομένων καὶ ἀρχόντων· διόπερ ἡμεῖς ἑπόμενοι ταῖς ὁμοιότησι παραλλήλους ἀνεγράψαμεν αὐτῶν τοὺς βίους.

Πελοπίδᾳ τῷ Ἱππόκλου γένος μὲν ἦν εὐδόκιμον ἐν Θήβαις ὥσπερ Ἐπαμεινώνδᾳ, τραφεὶς δὲ ἐν οὐσίᾳ μεγάλῃ καὶ παραλαβὼν ἔτι νέος λαμπρὸν οἶκον ὥρμησε τῶν δεομένων τοῖς ἀξίοις βοηθεῖν, ἵνα κύριος ἀληθῶς φαίνοιτο χρημάτων γεγονώς, ἀλλὰ μὴ δοῦλος. τῶν γὰρ πολλῶν, ὡς Ἀριστοτέλης φησίν, οἱ μὲν οὐ χρῶνται τῷ πλούτῳ διὰ μικρολογίαν, οἱ δὲ παραχρῶνται διʼ ἀσωτίαν, καὶ δουλεύοντες οὗτοι μὲν ἀεὶ ταῖς ἡδοναῖς, ἐκεῖνοι δὲ ταῖς ἀσχολίαις, διατελοῦσιν.

οἱ μὲν οὖν ἄλλοι τῷ Πελοπίδᾳ χάριν ἔχοντες ἐχρῶντο τῇ πρὸς αὐτοὺς ἐλευθεριότητι καὶ φιλανθρωπίᾳ, μόνον δὲ τῶν φίλων τὸν Ἐπαμεινώνδαν οὐκ ἔπειθε τοῦ πλούτου μεταλαμβάνειν αὐτὸς μέντοι μετεῖχε τῆς ἐκείνου πενίας, ἐσθῆτος ἀφελείᾳ καὶ τραπέζης λιτότητι καὶ τῷ πρὸς τοὺς πόνους ἀόκνῳ καὶ κατὰ στρατείας ἀδόλῳ καλλωπιζόμενος,

ὥσπερ ὁ Εὐριπίδου Καπανεύς, ᾧ βίος μὲν ἦν πολύς, ἥκιστα δὲ διʼ ὄλβον γαῦρος ἦν, αἰσχυνόμενος εἰ φανεῖται πλείοσι χρώμενος εἰς τὸ σῶμα τοῦ τὰ ἐλάχιστα κεκτημένου Θηβαίων. Ἐπαμεινώνδας μὲν οὖν συνήθη καὶ πατρῴαν οὖσαν αὐτῷ τὴν πενίαν ἔτι μᾶλλον εὔζωνον καὶ κοῦφον ἐποίησε φιλοσοφῶν καὶ μονότροπον βίον ἀπʼ ἀρχῆς ἑλόμενος·

Πελοπίδᾳ δὲ ἦν μὲν γάμος λαμπρός, ἐγένοντο δὲ καὶ παῖδες, ἀλλʼ οὐδὲν ἧττον ἀμελῶν τοῦ χρηματίζεσθαι καὶ σχολάζων τῇ πόλει τὸν ἅπαντα χρόνον ἠλάττωσε τὴν οὐσίαν. τῶν δὲ φίλων νουθετούντων καὶ λεγόντων ὡς ἀναγκαίου

p.348
πράγματος ὀλιγωρεῖ, τοῦ χρήματα ἔχειν, ἀναγκαίου, νὴ Δίὰ, Νικοδήμῳ τούτῳ, ἔφη, δείξας τινὰ χωλὸν καὶ τυφλόν.