Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

εἰς δʼ οὖν Τεγύρας οἱ Θηβαῖοι κατὰ τὸν αὐτὸν χρόνον ἐκ τῆς Ὀρχομενίας ἀπιόντες καί οἱ Λακεδαιμόνιοι συνέπιπτον, ἐξ ἐναντίας αὐτοῖς ἐκ τῆς Λοκρίδος ἀναζευγνύντες. ὡς δὲ πρῶτον ὤφθησαν τὰ στενὰ διεκβάλλοντες, καί τις εἶπε τῷ Πελοπίδᾳ προσδραμών· ἐμπεπτώκαμεν εἰς τοὺς πολεμίους, τί μᾶλλον, εἶπεν, ἢ εἰς ἡμᾶς ἐκεῖνοι;

καί τὴν μὲν ἵππον εὐθὺς πᾶσαν ἐκέλευσε παρελαύνειν ἀπʼ οὐρᾶς ὡς προεμβαλοῦσαν, αὐτὸς δὲ τοὺς ὁπλίτας τριακοσίους ὄντας εἰς ὀλίγον συνήγαγεν, ἐλπίζων καθʼ ὃ προσβάλοι μάλιστα διακόψειν ὑπερβάλλοντας πλήθει τοὺς πολεμίους. ἦσαν δὲ δύο μόραι Λακεδαιμονίων, τὴν δὲ μόραν Ἔφορος μὲν ἄνδρας εἶναι πεντακοσίους φησί, Καλλισθένης δʼ ἑπτακοσίους, ἄλλοι δέ τινες ἐνακοσίους, ὧν Πολύβιός ἐστι.

καὶ θαρροῦντες οἱ πολέμαρχοι τῶν Σπαρτιατῶν Γοργολέων καί Θεόπομπος ὥρμησαν ἐπὶ τοὺς Θηβαίους, γενομένης δέ πως μάλιστα τῆς ἐφόδου κατʼ αὐτοὺς τοὺς ἄρχοντας ἀπʼ ἀμφοτέρων μετὰ θυμοῦ καί βίας, πρῶτον μὲν οἱ πολέμαρχοι τῶν Λακεδαιμονίων τῷ Πελοπίδᾳ συρράξαντες ἔπεσον·

ἔπειτα τῶν περὶ ἐκείνους παιομένων καί ἀποθνῃσκόντων ἅπαν εἰς φόβον κατέστη τὸ στράτευμα, καί διέσχε μὲν ἐπʼ ἀμφότερα τοῖς Θηβαίοις, ὡς διεκπεσεῖν εἰς τοὔμπροσθεν καί διεκδῦναι βουλομένοις, ἐπεὶ δὲ τὴν δεδομένην ὁ Πελοπίδας ἡγεῖτο πρὸς τοὺς συνεστῶτας καί

p.382
διεξῄει φονεύων, οὕτω πάντες προτροπάδην ἔφευγον. ἐγένετο δὲ οὐκ ἐπὶ πολὺν τόπον ἡ δίωξις· ἐφοβοῦντο γὰρ ἐγγὺς ὄντας οἱ Θηβαῖοι τοὺς Ὀρχομενίους καί τὴν διαδοχὴν τῶν Λακεδαιμονίων.

ὅσον δὲ νικῆσαι κατὰ κράτος καί διεξελθεῖν διὰ παντὸς ἡσσωμένου τοῦ στρατεύματος, ἐξεβιάσαντο· καί στήσαντες τρόπαιον

paris.1624.287
καί νεκροὺς σκυλεύσαντες ἀνεχώρησαν ἐπʼ οἴκου μέγα φρονοῦντες. ἐν γὰρ τοσούτοις, ὡς ἔοικε, πολέμοις Ἑλληνικοῖς καί βαρβαρικοῖς πρότερον οὐδέποτε Λακεδαιμόνιοι πλείονες ὄντες ὑπʼ ἐλαττόνων ἐκρατήθησαν, ἀλλʼ οὐδὲ ἴσοι πρὸς ἴσους ἐκ παρατάξεως συμβαλόντες.

ὅθεν ἦσαν ἀνυπόστατοι τὰ φρονήματα, καί τῇ δόξῃ καταπληττόμενοι τοὺς ἀντιταττομένους, οὐδὲ αὐτοὺς ἀξιοῦντας ἀπʼ ἴσης δυνάμεως τὸ ἴσον φέρεσθαι Σπαρτιάταις, εἰς χεῖρας συνέστησαν, ἐκείνη δὲ ἡ μάχη πρώτη καί τοὺς ἄλλους ἐδίδαξεν Ἕλληνας ὡς οὐχ ὁ Εὐρώτας οὐδʼ ὁ μεταξὺ Βαβύκας καί Κνακιῶνος τόπος ἄνδρας ἐκφέρει μαχητὰς καί πολεμικούς, ἀλλὰ παρʼ οἷς ἂν αἰσχύνεσθαι τὰ αἰσχρὰ καί τολμᾶν ἐπὶ τοῖς καλοῖς ἐθέλοντες ἐγγένωνται νέοι καί τοὺς ψόγους τῶν κινδύνων μᾶλλον φεύγοντες, οὗτοι φοβερώτατοι τοῖς ἐναντίοις εἰσί.