Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

τὰ γὰρ πλεῖστα παραλείπω τῶν τεκμηρίων· οὐ γὰρ ἐν τοῖς ἐκ μεταβολῆς ἀθανάτοις γενομένοις γεννητοῖς ὁ πάτριος λόγος τὸν θεὸν τοῦτον ἀπολείπει δαίμοσιν, ὥσπερ Ἡρακλέα καὶ

p.380
Διόνυσον, ἐκ μεταβολῆς ἀρετῇ τὸ θνητὸν καὶ παθητὸν ἀποβαλόντας, ἀλλὰ τῶν ἀϊδίων καὶ ἀγεννήτων εἷς ἐστιν, εἰ δεῖ τοῖς ὑπὸ τῶν φρονιμωτάτων καὶ παλαιοτάτων λεγομένοις τεκμαίρεσθαι περὶ τῶν τηλικούτων.

εἰς δʼ οὖν Τεγύρας οἱ Θηβαῖοι κατὰ τὸν αὐτὸν χρόνον ἐκ τῆς Ὀρχομενίας ἀπιόντες καί οἱ Λακεδαιμόνιοι συνέπιπτον, ἐξ ἐναντίας αὐτοῖς ἐκ τῆς Λοκρίδος ἀναζευγνύντες. ὡς δὲ πρῶτον ὤφθησαν τὰ στενὰ διεκβάλλοντες, καί τις εἶπε τῷ Πελοπίδᾳ προσδραμών· ἐμπεπτώκαμεν εἰς τοὺς πολεμίους, τί μᾶλλον, εἶπεν, ἢ εἰς ἡμᾶς ἐκεῖνοι;

καί τὴν μὲν ἵππον εὐθὺς πᾶσαν ἐκέλευσε παρελαύνειν ἀπʼ οὐρᾶς ὡς προεμβαλοῦσαν, αὐτὸς δὲ τοὺς ὁπλίτας τριακοσίους ὄντας εἰς ὀλίγον συνήγαγεν, ἐλπίζων καθʼ ὃ προσβάλοι μάλιστα διακόψειν ὑπερβάλλοντας πλήθει τοὺς πολεμίους. ἦσαν δὲ δύο μόραι Λακεδαιμονίων, τὴν δὲ μόραν Ἔφορος μὲν ἄνδρας εἶναι πεντακοσίους φησί, Καλλισθένης δʼ ἑπτακοσίους, ἄλλοι δέ τινες ἐνακοσίους, ὧν Πολύβιός ἐστι.

καὶ θαρροῦντες οἱ πολέμαρχοι τῶν Σπαρτιατῶν Γοργολέων καί Θεόπομπος ὥρμησαν ἐπὶ τοὺς Θηβαίους, γενομένης δέ πως μάλιστα τῆς ἐφόδου κατʼ αὐτοὺς τοὺς ἄρχοντας ἀπʼ ἀμφοτέρων μετὰ θυμοῦ καί βίας, πρῶτον μὲν οἱ πολέμαρχοι τῶν Λακεδαιμονίων τῷ Πελοπίδᾳ συρράξαντες ἔπεσον·