Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ὁ δὲ περὶ Τεγύρας τρόπον τινὰ τοῦ Λευκτρικοῦ προαγὼν γενόμενος μέγαν ἦρε δόξῃ τὸν Πελοπίδαν, οὔτε πρὸς κατόρθωμα τοῖς συστρατήγοις ἀμφισβήτησιν οὔτε τῆς ἥττης πρόφασιν τοῖς πολεμίοις ἀπολιπών. τῇ γὰρ Ὀρχομενίων

paris.1624.286
πόλει τὰ Σπαρτιατῶν ἑλομένῃ καὶ δύο δεδεγμένῃ μόρας αὐτῶν ὑπὲρ ἀσφαλείας ἐπεβούλευε μὲν ἀεὶ καὶ παρεφύλαττε καιρόν,

ὡς δὲ ἤκουσε τοῖς φρουροῖς εἰς τὴν Λοκρίδα γεγενῆσθαι στρατείαν

p.378
ἐλπίσας ἔρημον αἱρήσειν τὸν Ὀρχομενὸν ἐστράτευσεν, ἔχων μεθʼ ἑαυτοῦ τὸν ἱερὸν λόχον καὶ τῶν ἱππέων οὐ πολλούς, ἐπεὶ δὲ πρὸς τὴν πόλιν προσαγαγὼν εὗρεν ἥκουσαν ἐκ Σπάρτης διαδοχὴν τῆς φρουρᾶς, ἀπῆγεν ὀπίσω τὸ στράτευμα πάλιν διὰ Τεγυρῶν, ᾗ μόνῃ βάσιμον ἦν κύκλῳ παρὰ τὴν ὑπώρειαν.

τὴν γὰρ διὰ μέσου πᾶσαν ὁ Μέλας ποταμός εὐθὺς ἐκ πηγῶν εἰς ἕλη πλωτὰ καὶ λίμνας διασπειρόμενος ἄπορον ἐποίει. μικρὸν δὲ ὑπὸ τὰ ἕλη νεώς ἐστιν Ἀπόλλωνος Τεγυραίου καὶ μαντεῖον ἐκλελειμμένον οὐ πάνυ πολὺν χρόνον, ἀλλʼ ἄχρι τῶν Μηδικῶν ἤκμαζε, τὴν προφητείαν Ἐχεκράτους ἔχοντος, ἐνταῦθα μυθολογοῦσι τὸν θεὸν γενέσθαι· καὶ τὸ μὲν πλησίον ὄρος Δῆλος καλεῖται, καὶ πρὸς αὐτὸ καταλήγουσιν αἱ τοῦ Μέλανος διαχύσεις,

ὀπίσω δὲ τοῦ ναοῦ δύο ῥήγνυνται πηγαὶ γλυκύτητι καὶ πλήθει καὶ ψυχρότητι θαυμαστοῦ νάματος, ὧν τὸ μὲν Φοίνικα, τὸ δὲ Ἐλαίαν ἄχρι νῦν ὀνομάζομεν, οὐ φυτῶν μεταξὺ δυεῖν, ἀλλὰ ῥείθρων τῆς θεοῦ λοχευθείσης. καὶ γὰρ τὸ Πτῷον ἐγγύς, ὅθεν αὐτὴν ἀναπτοηθῆναι προφανέντος ἐξαίφνης κάπρου λέγουσι, καὶ τὰ περὶ Πύθωνα καὶ Τιτυὸν ὡσαύτως οἱ τόποι τῇ γενέσει τοῦ θεοῦ συνοικειοῦσι.

τὰ γὰρ πλεῖστα παραλείπω τῶν τεκμηρίων· οὐ γὰρ ἐν τοῖς ἐκ μεταβολῆς ἀθανάτοις γενομένοις γεννητοῖς ὁ πάτριος λόγος τὸν θεὸν τοῦτον ἀπολείπει δαίμοσιν, ὥσπερ Ἡρακλέα καὶ

p.380
Διόνυσον, ἐκ μεταβολῆς ἀρετῇ τὸ θνητὸν καὶ παθητὸν ἀποβαλόντας, ἀλλὰ τῶν ἀϊδίων καὶ ἀγεννήτων εἷς ἐστιν, εἰ δεῖ τοῖς ὑπὸ τῶν φρονιμωτάτων καὶ παλαιοτάτων λεγομένοις τεκμαίρεσθαι περὶ τῶν τηλικούτων.