Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

Σφοδρίας, ἀνὴρ Σπαρτιάτης, εὐδόκιμος μὲν ἐν τοῖς πολεμικοῖς καὶ λαμπρός, ὑπόκουφος δὲ τήν γνώμην καὶ κενῶν ἐλπίδων καὶ φιλοτιμίας ἀνοήτου μεστός, ἀπελείφθη περὶ Θεσπιὰς μετὰ δυνάμεως τοὺς ἀφισταμένους τῶν Θηβαίων δέχεσθαι καὶ βοηθεῖν. πρὸς τοῦτον ὑποπέμπουσιν οἱ περὶ τὸν Πελοπίδαν ἰδίᾳ ἔμπορόν τινα τῶν φίλων,

p.374
χρήματα κομίζοντα καὶ λόγους, οἳ τῶν χρημάτων μᾶλλον ἀνέπεισαν αὐτόν ὡς χρὴ πραγμάτων ἅψασθαι μεγάλων καὶ τὸν Πειραιᾶ καταλαβεῖν, ἀπροσδόκητον ἐπιπεσόντα μὴ φυλαττομένοις τοῖς Ἀθηναίοις·

Λακεδαιμονίοις τε γὰρ οὐδὲν οὕτως ἔσεσθαι κεχαρισμένον ὡς λαβεῖν τὰς Ἀθήνας, Θηβαίους τε χαλεπῶς ἔχοντας αὐτοῖς καὶ προδότας νομίζοντας οὐκ ἐπιβοηθήσειν. τέλος δὲ συμπεισθεὶς ὁ Σφοδρίας καὶ τοὺς στρατιώτας ἀναλαβών, νυκτὸς εἰς τήν Ἀττικὴν ἐνέβαλε. καὶ μέχρι μὲν Ἐλευσῖνος προῆλθεν, ἐκεῖ δὲ τῶν στρατιωτῶν ἀποδειλιασάντων φανερὸς γενόμενος, καὶ συνταράξας οὐ φαῦλον οὐδὲ ῥᾴδιον τοῖς Σπαρτιάταις πόλεμον, ἀνεχώρησεν εἰς Θεσπιάς.

ἐκ τούτου πάλιν προθυμότατα Ἀθηναῖοι τοῖς Θηβαίοις συνεμάχουν, καί τῆς θαλάττης ἀντελαμβάνοντο, καί περιϊόντες ἐδέχοντο καί προσήγοντο τοὺς ἀποστατικῶς τῶν Ἑλλήνων ἔχοντας. οἱ δὲ Θηβαῖοι καθʼ αὑτοὺς ἐν τῇ Βοιωτίᾳ συμπλεκόμενοι τοῖς Λακεδαιμονίοις ἑκάστοτε, καί μαχόμενοι μάχας αὐτὰς μὲν οὐ μεγάλας, μεγάλην δὲ τὴν μελέτην ἐχούσας καί τὴν ἄσκησιν.

ἐξερριπίζοντο τοῖς θυμοῖς καί διεπονοῦντο τοῖς σώμασιν, ἐμπειρίαν ἅμα τῇ συνηθείᾳ καὶ φρόνημα προσλαμβάνοντες ἐκ τῶν ἀγώνων. διὸ καί φασιν Ἀνταλκίδαν τὸν Σπαρτιάτην, ὡς Ἀγησίλαος ἐπανῆλθεν ἐκ Βοιωτίας τετρωμένος, εἰπεῖν πρὸς αὐτόν ἦ καλὰ διδασκάλια παρὰ Θηβαίων ἀπολαμβάνεις, μὴ βουλομένους αὑτοὺς πολεμεῖν καί μάχεσθαι διδάξας.

ἦν δὲ ὡς

p.376
ἀληθῶς διδάσκαλος οὐκ Ἀγησίλαος, ἀλλʼ οἱ σὺν καιρῷ καί μετὰ λογισμοῦ τοὺς Θηβαίους ὥσπερ σκύλακας ἐμπείρως προσβάλλοντες τοῖς πολεμίοις, εἶτα γευσαμένους νίκης καί φρονήματος ἀσφαλῶς ἀπάγοντες ὧν μεγίστην δόξαν εἶχεν ὁ Πελοπίδας, ἀφʼ ἧς γὰρ εἵλοντο πρῶτον ἡγεμόνα τῶν ὅπλων, οὐκ ἐπαύσαντο καθʼ ἕκαστον ἐνιαυτὸν ἄρχοντα χειροτονοῦντες, ἀλλʼ ἢ τὸν ἱερὸν λόχον ἄγων ἢ τὰ πλεῖστα βοιωταρχῶν ἄχρι τῆς τελευτῆς ἔπραττεν.

ἐγένοντο μὲν οὖν καί περὶ Πλαταιὰς καί Θεσπιὰς ἧτται καί φυγαὶ τῶν Λακεδαιμονίων, ὅπου καί Φοιβίδας ὁ τὴν Καδμείαν καταλαβὼν ἀπέθανε, πολλοὺς δὲ καί πρὸς Τανάγρᾳ τρεψάμενος αὐτῶν καί Πανθοίδαν τὸν ἁρμοστὴν ἀνεῖλεν. ἀλλʼ οὗτοι μὲν οἱ ἀγῶνες ὥσπερ τοὺς κρατοῦντας εἰς φρόνημα καί θάρσος προῆγον, οὕτως τῶν ἡσσωμένων οὐ παντάπασιν ἐδουλοῦντο τὴν γνώμην·