Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἐπεὶ τοίνυν στρατῷ μεγάλῳ Λακεδαιμονίων εἰς τήν Βοιωτίαν ἐμβαλόντων οἱ Ἀθηναῖοι περίφοβοι γενόμενοι τήν τε συμμαχίαν ἀπείπαντο τοῖς Θηβαίοις καὶ τῶν βοιωτιαζόντων εἰς τὸ δικαστήριον παραγαγόντες τοὺς μὲν ἀπέκτειναν,

paris.1624.285
τοὺς δʼ ἐφυγάδευσαν, τοὺς δὲ χρήμασιν ἐζημίωσαν, ἐδόκει δὲ κακῶς ἔχειν τὰ τῶν Θηβαίων πράγματα μηδενὸς αὐτοῖς βοηθοῦντος, ἔτυχε μὲν ὁ Πελοπίδας μετὰ Γοργίδου βοιωταρχῶν, ἐπιβουλεύοντες δὲ συγκροῦσαι πάλιν τοὺς Ἀθηναίους τοῖς Λακεδαιμονίοις τοιόνδε τι μηχανῶνται.

Σφοδρίας, ἀνὴρ Σπαρτιάτης, εὐδόκιμος μὲν ἐν τοῖς πολεμικοῖς καὶ λαμπρός, ὑπόκουφος δὲ τήν γνώμην καὶ κενῶν ἐλπίδων καὶ φιλοτιμίας ἀνοήτου μεστός, ἀπελείφθη περὶ Θεσπιὰς μετὰ δυνάμεως τοὺς ἀφισταμένους τῶν Θηβαίων δέχεσθαι καὶ βοηθεῖν. πρὸς τοῦτον ὑποπέμπουσιν οἱ περὶ τὸν Πελοπίδαν ἰδίᾳ ἔμπορόν τινα τῶν φίλων,

p.374
χρήματα κομίζοντα καὶ λόγους, οἳ τῶν χρημάτων μᾶλλον ἀνέπεισαν αὐτόν ὡς χρὴ πραγμάτων ἅψασθαι μεγάλων καὶ τὸν Πειραιᾶ καταλαβεῖν, ἀπροσδόκητον ἐπιπεσόντα μὴ φυλαττομένοις τοῖς Ἀθηναίοις·

Λακεδαιμονίοις τε γὰρ οὐδὲν οὕτως ἔσεσθαι κεχαρισμένον ὡς λαβεῖν τὰς Ἀθήνας, Θηβαίους τε χαλεπῶς ἔχοντας αὐτοῖς καὶ προδότας νομίζοντας οὐκ ἐπιβοηθήσειν. τέλος δὲ συμπεισθεὶς ὁ Σφοδρίας καὶ τοὺς στρατιώτας ἀναλαβών, νυκτὸς εἰς τήν Ἀττικὴν ἐνέβαλε. καὶ μέχρι μὲν Ἐλευσῖνος προῆλθεν, ἐκεῖ δὲ τῶν στρατιωτῶν ἀποδειλιασάντων φανερὸς γενόμενος, καὶ συνταράξας οὐ φαῦλον οὐδὲ ῥᾴδιον τοῖς Σπαρτιάταις πόλεμον, ἀνεχώρησεν εἰς Θεσπιάς.