Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἔλαθε δὲ αὐτὸν καταβαλεῖν τὰ λύχνα καὶ διὰ σκότους αὐτοὺς ἑαυτοῖς περιπετεῖς ποιῆσαι τοὺς ἄνδρας, ἐν δὲ φωτὶ πολλῷ καθορώμενος, ὑπήντα πρὸς τὰς θύρας αὐτοῖς τοῦ θαλάμου, καὶ τὸν πρῶτον εἰσιόντα Κηφισόδωρον πατάξας κατέβαλε, πεσόντος δὲ τούτου δευτέρῳ συνεπλέκετο τῷ Πελοπίδᾳ· καὶ τὴν μάχην χαλεπὴν ἐποίει καὶ δύσεργον ἡ στενότης τῶν θυρῶν καὶ κείμενος ἐμποδὼν ἤδη νεκρὸς ὁ Κηφισόδωρος.

ἐκράτησε δʼ οὖν ὁ Πελοπίδας, καὶ κατεργασάμενος τὸν

paris.1624.284
Λεοντίδαν ἐπὶ τὸν Ὑπάτην εὐθὺς ἐχώρει μετὰ τῶν σὺν αὐτῷ. καὶ παρεισέπεσον μὲν εἰς τὴν οἰκίαν ὁμοίως, αἰσθόμενον δὲ ταχέως καὶ καταφυγόντα πρὸς τοὺς γείτονας, ἐκ ποδῶν διώξαντες εἷλον καὶ διέφθειραν.

διαπραξάμενοι δὲ ταῦτα καὶ τοῖς περὶ Μέλωνα συμβαλόντες ἔπεμψαν μὲν εἰς τὴν Ἀττικὴν ἐπὶ τοὺς ὑπολελειμμένους ἐκεῖ τῶν φυγάδων, ἐκάλουν δὲ τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν, καὶ τοὺς προσιόντας ὥπλιζον, ἀφαιροῦντες ἀπὸ τῶν στοῶν τὰ περικείμενα σκῦλα, καὶ τὰ περὶ τὴν οἰκίαν ἐργαστήρια δορυξόων καὶ μαχαιροποιῶν ἀναρρηγνύντες.

ἧκον δὲ βοηθοῦντες αὐτοῖς μετὰ τῶν ὅπλων οἱ περὶ Ἐπαμεινώνδαν καὶ Γοργίδαν, συνειλοχότες οὐκ ὀλίγους τῶν νέων καὶ τῶν πρεσβυτέρων τοὺς βελτίστους, ἡ δὲ πόλις ἤδη μὲν ἀνεπτόητο πᾶσα, καὶ πολὺς θόρυβος ἦν καὶ φῶτα περὶ τὰς οἰκίας καὶ διαδρομαὶ πρὸς ἀλλήλους, οὔπω δὲ συνειστήκει τὸ πλῆθος, ἀλλʼ ἐκπεπληγμένοι πρὸς τὰ γινόμενα καὶ σαφὲς οὐδὲν εἰδότες ἡμέραν περιέμενον.