Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

τῆς δὲ πράξεως δοκούσης ἔχειν ἤδη τὸν οἰκεῖον καιρόν, ἐξώρμων δίχα διελόντες αὑτούς, οἱ μὲν περὶ Πελοπίδαν καὶ Δαμοκλείδαν ἐπὶ τὸν Λεοντίδαν καὶ τὸν Ὑπάτην ἐγγὺς ἀλλήλων οἰκοῦντας, Χάρων δὲ καὶ Μέλων ἐπὶ τὸν Ἀρχίαν καὶ Φίλιππον, ἐσθῆτας ἐπενδεδυμένοι γυναικείας τοῖς θώραξι, καὶ δασεῖς στεφάνους ἐλάτης τε καὶ πεύκης περικείμενοι κατασκιάζοντας τὰ πρόσωπα.

διὸ καὶ ταῖς θύραις τοῦ συμποσίου τὸ πρῶτον ἐπιστάντες, κρότον ἐποίησαν καὶ θόρυβον οἰομένων ἃς πάλαι προσεδόκων γυναῖκας ἥκειν. ἐπεὶ δὲ περιβλέψαντες ἐν κύκλῳ τὸ συμπόσιον καὶ τῶν κατακεκλιμένων ἕκαστον ἀκριβῶς καταμαθόντες ἐσπάσαντο τὰς μαχαίρας, καὶ φερόμενοι διὰ τῶν τραπεζῶν ἐπὶ τὸν Ἀρχίαν καὶ Φίλιππον ἐφάνησαν οἵπερ ἦσαν,

ὀλίγους μὲν ὁ Φιλλίδας τῶν κατακειμένων ἔπεισεν ἡσυχίαν ἄγειν, τοὺς δὲ ἄλλους ἀμύνεσθαι μετὰ τῶν πολεμάρχων ἐπιχειροῦντας καὶ συνεξανισταμένους διὰ τὴν μέθην οὐ πάνυ χαλεπῶς ἀπέκτειναν. τοῖς δὲ περὶ τὸν Πελοπίδαν ἐργωδέστερον ἀπήντα τὸ πρᾶγμα· καὶ γὰρ ἐπὶ νήφοντα καὶ δεινὸν ἄνδρα τὸν Λεοντίδαν ἐχώρουν, καὶ κεκλεισμένην τὴν οἰκίαν εὗρον ἤδη καθεύδοντος, καὶ πολὺν χρόνον κόπτουσιν αὐτοῖς ὑπήκουεν οὐδείς.

μόλις δέ ποτε τοῦ θεράποντος αἰσθομένου προϊόντος ἔνδοθεν καὶ τὸν μοχλὸν ἀφαιροῦντος, ἅμα τῷ πρῶτον ἐνδοῦναι καὶ χαλάσαι τὰς θύρας ἐμπεσόντες ἀθρόοι καὶ τὸν οἰκέτην ἀνατρέψαντες ἐπὶ τὸν θάλαμον ὥρμησαν. ὁ δὲ Λεοντίδας αὐτῷ τεκμαιρόμενος τῷ κτύπῳ καὶ δρόμῳ τὸ

p.368
γιγνόμενον, ἐσπάσατο μὲν τὸ ἐγχειρίδιον ἐξαναστάς,

ἔλαθε δὲ αὐτὸν καταβαλεῖν τὰ λύχνα καὶ διὰ σκότους αὐτοὺς ἑαυτοῖς περιπετεῖς ποιῆσαι τοὺς ἄνδρας, ἐν δὲ φωτὶ πολλῷ καθορώμενος, ὑπήντα πρὸς τὰς θύρας αὐτοῖς τοῦ θαλάμου, καὶ τὸν πρῶτον εἰσιόντα Κηφισόδωρον πατάξας κατέβαλε, πεσόντος δὲ τούτου δευτέρῳ συνεπλέκετο τῷ Πελοπίδᾳ· καὶ τὴν μάχην χαλεπὴν ἐποίει καὶ δύσεργον ἡ στενότης τῶν θυρῶν καὶ κείμενος ἐμποδὼν ἤδη νεκρὸς ὁ Κηφισόδωρος.

ἐκράτησε δʼ οὖν ὁ Πελοπίδας, καὶ κατεργασάμενος τὸν

paris.1624.284
Λεοντίδαν ἐπὶ τὸν Ὑπάτην εὐθὺς ἐχώρει μετὰ τῶν σὺν αὐτῷ. καὶ παρεισέπεσον μὲν εἰς τὴν οἰκίαν ὁμοίως, αἰσθόμενον δὲ ταχέως καὶ καταφυγόντα πρὸς τοὺς γείτονας, ἐκ ποδῶν διώξαντες εἷλον καὶ διέφθειραν.