Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἔτι δὲ τοῦ πρώτου παραφερομένου δεύτερον ἐπῆγεν ἡ τύχη χειμῶνα τοῖς ἀνδράσιν. ἧκε γάρ τις ἐξ Ἀθηνῶν παρὰ Ἀρχίου τοῦ ἱεροφάντου πρὸς Ἀρχίαν τὸν ὁμώνυμον, ξένον ὄντα καὶ φίλον, ἐπιστολὴν κομίζων οὐ κενὴν ἔχουσαν οὐδὲ πεπλασμένην ὑπόνοιαν, ἀλλὰ σαφῶς ἕκαστα περὶ τῶν πρασσομένων φάσκουσαν, ὡς ὕστερον ἐπεγνώσθη·

τότε δὲ μεθύοντι τῷ Ἀρχίᾳ προσαχθεὶς ὁ γραμματοφόρος καὶ τὴν ἐπιστολὴν ἐπιδούς, ὁ ταύτην, ἔφη, πέμψας ἐκέλευσεν εὐθὺς ἀναγνῶναι· περὶ σπουδαίων γάρ τινων γεγράφθαι. καὶ ὁ Ἀρχίας μειδιάσας, οὐκοῦν εἰς αὔριον ἔφη, τὰ σπουδαῖα. καὶ τὴν ἐπιστολὴν δεξάμενος ὑπὸ τὸ προσκεφάλαιον ὑπέθηκεν, αὐτὸς δὲ πάλιν τῷ Φιλλίδᾳ περὶ ὧν ἐτύγχανον διαλεγόμενοι προσεῖχεν. ὁ μὲν οὖν λόγος οὗτος

p.366
ἐν παροιμίας τάξει περιφερόμενος μέχρι νῦν διασῴζεται παρὰ τοῖς Ἕλλησι.

τῆς δὲ πράξεως δοκούσης ἔχειν ἤδη τὸν οἰκεῖον καιρόν, ἐξώρμων δίχα διελόντες αὑτούς, οἱ μὲν περὶ Πελοπίδαν καὶ Δαμοκλείδαν ἐπὶ τὸν Λεοντίδαν καὶ τὸν Ὑπάτην ἐγγὺς ἀλλήλων οἰκοῦντας, Χάρων δὲ καὶ Μέλων ἐπὶ τὸν Ἀρχίαν καὶ Φίλιππον, ἐσθῆτας ἐπενδεδυμένοι γυναικείας τοῖς θώραξι, καὶ δασεῖς στεφάνους ἐλάτης τε καὶ πεύκης περικείμενοι κατασκιάζοντας τὰ πρόσωπα.

διὸ καὶ ταῖς θύραις τοῦ συμποσίου τὸ πρῶτον ἐπιστάντες, κρότον ἐποίησαν καὶ θόρυβον οἰομένων ἃς πάλαι προσεδόκων γυναῖκας ἥκειν. ἐπεὶ δὲ περιβλέψαντες ἐν κύκλῳ τὸ συμπόσιον καὶ τῶν κατακεκλιμένων ἕκαστον ἀκριβῶς καταμαθόντες ἐσπάσαντο τὰς μαχαίρας, καὶ φερόμενοι διὰ τῶν τραπεζῶν ἐπὶ τὸν Ἀρχίαν καὶ Φίλιππον ἐφάνησαν οἵπερ ἦσαν,