Comparison of Timoleon and Aemilius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

τοιούτων δὲ τῶν κατὰ τὴν ἱστορίαν ὄντων, δῆλον ὡς οὐκ ἔχει πολλὰς διαφορὰς οὐδὲ ἀνομοιότητας ἡ σύγκρισις.

οἵ τε γὰρ πόλεμοι πρὸς ἐνδόξους γεγόνασιν ἀμφοτέροις ἀνταγωνιστάς, τῷ μὲν Μακεδόνας, τῷ δὲ Καρχηδονίους, αἵ τε νῖκαι περιβόητοι, τοῦ μὲν ἑλόντος Μακεδονίαν

p.460
καὶ τὴν ἀπʼ Ἀντιγόνου διαδοχὴν ἐν ἑβδόμῳ βασιλεῖ καταπαύσαντος, τοῦ δὲ τὰς τυραννίδας πάσας ἀνελόντος ἐκ Σικελίας καὶ τὴν νῆσον ἐλευθερώσαντος·

εἰ μὴ νὴ Δία βούλοιτό τις παρεγχειρεῖν ὡς Αἰμίλιος μὲν ἐρρωμένῳ Περσεῖ καὶ Ῥωμαίους νενικηκότι, Τιμολέων δὲ Διονυσίῳ παντάπασιν ἀπειρηκότι καὶ κατατετριμμένῳ συνέπεσε,

καὶ πάλιν ὑπὲρ Τιμολέοντος, ὅτι πολλοὺς μὲν τυράννους, μεγάλην δὲ τὴν Καρχηδονίων δύναμιν ἀπὸ τῆς τυχούσης στρατιᾶς ἐνίκησεν, οὐχ ὥσπερ Αἰμίλιος ἀνδράσιν ἐμπειροπολέμοις καὶ μεμαθηκόσιν ἄρχεσθαι χρώμενος, ἀλλὰ μισθοφόροις οὖσι καὶ στρατιώταις ἀτάκτοις, πρὸς ἡδονὴν εἰθισμένοις στρατεύεσθαι.

τὰ γὰρ ἀπʼ οὐκ ἴσης παρασκευῆς ἴσα κατορθώματα τῷ στρατηγῷ τὴν αἰτίαν περιτίθησι.