Timoleon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

οἱ δὲ πέμπουσιν εἴκοσι τριήρεις εἰς Ῥήγιον, ἐφʼ ὧν ἐπέπλεον πρεσβευταὶ παρʼ αὐτοῦ πρὸς Τιμολέοντα κομίζοντες λόγους τοῖς πραττομένοις ὁμοίους.

παραγωγαὶ γὰρ εὐπρεπεῖς καὶ προφάσεις ἦσαν ἐπὶ μοχθηροῖς βουλεύμασιν, ἀξιούντων αὐτὸν μὲν, εἰ βούλοιτο, Τιμολέοντα σύμβουλον ἥκειν παρʼ Ἱκέτην καὶ κοινωνὸν εὖ διαπεπραγμένων ἁπάντων, τὰς δὲ ναῦς καὶ τοὺς στρατιώτας ἀποστέλλειν εἰς Κόρινθον, ὡς τοῦ πολέμου μικρὸν ἀπολείποντος συνῃρῆσθαι, Καρχηδονίων

paris.1624.240
δὲ κωλύειν τὴν διάβασιν καὶ μάχεσθαι πρὸς βιαζομένους ἑτοίμων ὄντων.

ὡς οὖν καταπλεύσαντες εἰς τὸ Ῥήγιον οἱ Κορίνθιοι τοῖς τε πρεσβεύμασι τούτοις ἐνέτυχον καὶ τοὺς Φοίνικας οὐ πρόσω ναυλοχοῦντας κατεῖδον, ἤχθοντο μὲν ὑβρισμένοι, καὶ παρίστατο πᾶσιν ὀργὴ πρὸς τὸν Ἱκέτην καὶ δέος ὑπὲρ Σικελιωτῶν, οὓς σαφῶς ἑώρων ἆθλα λειπομένους καὶ μισθόν Ἱκέτῃ μὲν προδοσίας, Καρχηδονίοις δὲ τυραννίδος,

ἐδόκει δʼ ἀμήχανον ὑπερβαλέσθαι καὶ τὰς αὐτόθι τῶν βαρβάρων ναῦς διπλασίας ἐφορμούσας καὶ τὴν ἐκεῖ μεθʼ Ἱκέτου δύναμιν, ᾗ στρατηγήσοντες ἥκοιεν.

p.282

οὐ μὴν ἀλλʼ ὁ Τιμολέων τοῖς πρεσβευταῖς καὶ τοῖς ἄρχουσι τῶν Καρχηδονίων ἐντυχὼν ἐπιεικῶς ἔφη πείθεσθαι μὲν οἷς κελεύουσι τί γὰρ ἂν καὶ περαίνειν ἀπειθῶν, ἐθέλειν δὲ ταῦτα πόλεως Ἑλληνίδος καὶ φίλης κοινῆς τῆς Ῥηγίνων ἐναντίον ἀκούσας καὶ εἰπὼν ἀπαλλάττεσθαι·

καὶ γὰρ αὐτῷ τοῦτο πρὸς ἀσφάλειαν διαφέρειν, κἀκείνους ἐμμενεῖν βεβαιότερον οἷς ἐπαγγέλλονται περὶ Συρακουσίων δήμῳ μάρτυρι τὰς ὁμολογίας παρακαταθεμένους.