Timoleon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

οὐ μὴν ἀλλὰ καί λόγοι τινὲς αὐτοῦ μνημονεύονται, διʼ ὧν ἐδόκει συμφέρεσθαι τοῖς παροῦσιν οὐκ ἀγεννῶς.

τοῦτο μὲν γὰρ εἰς Λευκάδα καταχθείς, πόλιν ἀπῳκισμένην ὑπὸ Κορινθίων ὥσπερ τὴν Συρακουσίων, ταὐτὸν ἔφη πεπονθέναι τοῖς ἐν ἁμαρτήμασι γενομένοις τῶν νεανίσκων·

ὡς γὰρ ἐκεῖνοι τοῖς μὲν ἀδελφοῖς ἱλαρῶς συνδιατρίβουσι, τοὺς δὲ πατέρας αἰσχυνόμενοι φεύγουσιν, οὕτως αὐτὸς αἰδούμενος τὴν μητρόπολιν ἡδέως ἂν αὐτόθι μετʼ ἐκείνων κατοικεῖν.

τοῦτο δʼ ἐν Κορίνθῳ ξένου τινὸς ἀγροικότερον

paris.1624.243
εἰς τὰς μετὰ τῶν φιλοσόφων διατριβὰς, αἷς τυραννῶν ἔχαιρε, χλευάζοντος αὐτὸν, καί τέλος ἐρωτῶντος τί δὴ τῆς Πλάτωνος ἀπολαύσειε σοφίας, οὐδὲν, ἔφη, σοὶ δοκοῦμεν ὑπὸ Πλάτωνος ὠφελῆσθαι, τύχης μεταβολὴν οὕτω φέροντες;