Caius Marcius Coriolanus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ἐκ τούτου διηλλάγησαν, αἰτησάμενοι παρὰ τῆς βουλῆς καὶ τυχόντες ἄνδρας αἱρεῖσθαι πέντε προστάτας τῶν δεομένων βοηθείας, τοὺς νῦν δημάρχους καλουμένους, εἵλοντο δὲ πρώτους, οἷς ἐχρήσαντο καὶ τῆς ἀποστάσεως ἡγεμόσι, τοὺς περὶ Βροῦτον Ἰούνιον καὶ Σικίννιον Βέλλουτον. ἐπεὶ δʼ ἡ πόλις εἰς ἓν ἦλθεν, εὐθὺς ἐν τοῖς ὅπλοις ἦσαν οἱ πολλοὶ, καὶ παρεῖχον αὑτοὺς τοῖς ἄρχουσι χρῆσθαι προθύμως ἐπὶ τὸν πόλεμον.

ὁ δὲ Μάρκιος οὔτʼ αὐτὸς ἡδόμενος οἷς ὁ δῆμος

p.132
ἴσχυεν ἐνδούσης τῆς ἀριστοκρατίας, καὶ τῶν ἄλλων πατρικίων πολλοὺς ὁρῶν τὸ αὐτὸ πεπονθότας, ὅμως παρεκάλει μὴ ἀπολείπεσθαι τῶν δημοτικῶν ἐν τοῖς περὶ τῆς πατρίδος ἀγῶσιν, ἀλλὰ τῇ ἀρετῇ μᾶλλον ἢ τῇ δυνάμει φαίνεσθαι διαφέροντας αὐτῶν.

ἐν δὲ τῷ Οὐολούσκων ἔθνει, πρὸς οὓς ἐπολέμουν, ἡ Κοριολανῶν πόλις ἀξίωμα μέγιστον εἶχε. ταύτην οὖν τοῦ ὑπάτου Κομινίου περιστρατοπεδεύσαντος, οἱ λοιποὶ Οὐολοῦσκοι δείσαντες ἐπὶ τοὺς Ῥωμαίους συνεβοήθουν πανταχόθεν, ὡς πρὸς τῇ πόλει ποιησόμενοι μάχην καὶ διχόθεν ἐπιχειρήσοντες αὐτοῖς.

ἐπεὶ δʼ ὁ Κομίνιος διελὼν τὴν δύναμιν αὐτὸς μὲν ἀπήντα τοῖς ἔξωθεν ἐπιοῦσι τῶν Οὐολούσκων, Λάρκιον δὲ Τίτον, ἄνδρα Ῥωμαίων ἐν τοῖς ἀρίστοις, ἐπὶ τῆς πολιορκίας ἀπέλιπε, καταφρονήσαντες οἱ Κοριολανοὶ τῶν παρόντων ἐπεξῆλθον, καὶ προσμαχόμενοι τὸ πρῶτον ἐκράτουν καὶ κατεδίωκον εἰς τὸν χάρακα τοὺς Ῥωμαίους.