Caius Marcius Coriolanus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
νέων δέ, ὡς ἔοικεν, ἀνδρῶν ἐπιφάνεια καὶ τιμὴ τὰς μὲν ἐλαφρῶς φιλοτίμους φύσεις πρωιαίτερον παραγενομένη σβέννυσι, καὶ ἀποπίμπλησι ταχὺ τὸ διψῶδες αὐτῶν καὶ ἁψίκορον τὰ δʼ ἐμβριθῆ καὶ βέβαια φρονήματα αὔξουσιν αἱ τιμαὶ καὶ λαμπρύνουσιν ὥσπερ ὑπὸ πνεύματος ἐγειρόμενα πρὸς τὸ φαινόμενον καλόν, οὐ γὰρ ὡς μισθὸν ἀπολαμβάνοντες, ἀλλʼ ὡς ἐνέχυρον διδόντες αἰσχύνονται τὴν δόξαν καταλιπεῖν καὶ μὴ τοῖς αὐτοῖς ἔργοις ὑπερβαλέσθαι.
τοῦτο παθὼν καὶ ὁ Μάρκιος αὐτὸς αὑτῷ ζῆλον ἀνδραγαθίας προὔθηκε, καινός τε ἀεὶ βουλόμενος εἶναι ταῖς πράξεσιν ἀριστείαις ἀριστείας συνῆπτε καὶ λάφυρα λαφύροις ἐπέφερε, καὶ τοῖς προτέροις ἀεὶ τοὺς ὑστέρους ἡγεμόνας εἶχε περὶ τῆς ἐκείνου τιμῆς ἐρίζοντας, καὶ μαρτυρίας ὑπερβαλέσθαι.[*](καὶ μαρτυρίας ὑπερβαλέσθαι bracketed by Bekker.) πολλῶν γέ τοι τότε Ῥωμαίοις ἀγώνων καὶ πολέμων γενομένων, ἐξ οὐδενὸς ἀστεφάνωτος ἦλθεν οὐδʼ ἀγέραστος.
ἦν δὲ τοῖς μὲν ἄλλοις ἡ δόξα τῆς ἀρετῆς τέλος, ἐκείνῳ δὲ τῆς δόξης ἡ τῆς μητρὸς εὐφροσύνη, τὸ
ἀλλʼ ἐκεῖνος μὲν ἀμφοτέρων ἀπέλαυσε τῶν γονέων συνηδομένων καὶ συνευημερούντων, Μάρκιος δὲ τῇ μητρὶ καὶ τὰς τοῦ πατρὸς ὀφείλειν χάριτας οἰόμενος οὐκ ἐνεπίμπλατο τὴν Οὐολουμνίαν εὐφραίνων καὶ τιμῶν, ἀλλὰ καὶ γυναῖκα βουλομένης καὶ δεομένης ἐκείνης,[*](δεομένης ἐκείνης with Ma: δεομένης.) ἔγημε καὶ τὴν οἰκίαν ᾤκει γενομένων παίδων ὁμοῦ μετὰ τῆς μητρός.