Caius Marcius Coriolanus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
ἐπανελθόντων δὲ τῶν πρέσβεων ἀκούσασα ἡ βουλή, καθάπερ ἐν χειμῶνι πολλῷ καὶ κλύδωνι τῆς πόλεως, ἄρασα τὴν ἀφʼ· ἱερᾶς ἀφῆκεν. ὅσοι γὰρ ἦσαν ἱερεῖς θεῶν ἢ μυστηρίων ὀργιασταὶ ἢ φύλακες ἢ τὴν ἀπʼ οἰωνῶν πάτριον οὖσαν ἐκ
ἐδέξατο μὲν οὖν εἰς τὸ στρατόπεδον τοὺς ἄνδρας, ἄλλο δʼ οὐδὲν ἔδωκεν οὐδʼ ἔπραξεν οὐδʼ εἶπε μαλακώτερον, ἀλλʼ ἐφʼ οἷς πρότερον
ἐν τῷ χρόνῳ μάλιστα καὶ τοῖς ἀπὸ τῆς τύχης παραλόγοις τιθεμένοις τὰς ἐλπίδας, ἐπεὶ διʼ αὑτῶν γε σωτήριον οὐδὲν ἠπίσταντο πράττοντες, ἀλλὰ ταραχὴ καὶ πτοία καὶ φήμη πονηρὰ τὴν πόλιν κατεῖχεν, ἄχρι οὗ συνέβη τι πρᾶγμα τῷ πολλάκις ὑφʼ Ὁμήρου λεγομένῳ,[*](τῷ λεγομένῳ Coraës and Bekker, after Reiske (Amyot): τῶν λεγομένων.) μὴ τάνυ δὲ πείθοντι[*](πείθοντι Bekker, after Reiske: πεῖθον.) τοὺς πολλούς, ὅμοιον.
λέγοντος γὰρ αὐτοῦ καὶ ἀναφωνοῦντος ἐπὶ ταῖς μεγάλαις πράξεσι καὶ παραλόγοις·
τῷ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη·καὶ τὸ
καὶ τὸ
- ἀλλά τις ἀθανάτων τρέψεν φρένας, ὅς γʼ ἐνὶ θυμῷ
- δήμου θῆκε φάτιν·
ἤ τι ὀϊσσάμενος ἢ καὶ θεὸς ὣς ἐκέλευε·καταφρονοῦσιν ὡς ἀδυνάτοις πράγμασι καὶ μυθεύμασιν ἀπίστοις τὸν ἑκάστου λογισμὸν τῆς προαιρέσεως ἄπιστον[*](ἄπιστον Bekker has ἀκρατῆ (powerless to determine).) καθιστάντος.
οὐ ποιεῖ δὲ τοῦτο Ὅμηρος, ἀλλὰ τὰ μὲν εἰκότα καὶ συνήθη
αὐτὰρ ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμόν·καὶ,
καὶ πάλιν,
- ὣς φάτο, Πηλείωνι δʼ ἄχος γένετʼ, ἐν δέ οἱ ἦτορ
- στήθεσσιν λασίοισι διάνδιχα μερμήριζεν·
- ἀλλὰ τὸν οὔ τι
- πεῖθʼ ἀγαθὰ φρονέοντα, δαΐφρονα Βελλεροφόντην·
ἐν δὲ ταῖς ἀτόποις καὶ παραβόλοις πράξεσι καὶ φορᾶς τινος ἐνθουσιώδους καὶ παραστάσεως δεομέναις οὐκ ἀναιροῦντα ποιεῖ τὸν θεόν, ἀλλὰ κινοῦντα τὴν προαίρεσιν, οὐδʼ ὁρμὰς ἐνεργαζόμενον, ἀλλὰ φαντασίας ὁρμῶν ἀγωγούς, αἷς οὐδὲ ποιεῖ τὴν πρᾶξιν ἀκούσιον, ἀλλὰ τῷ ἑκουσίῳ δίδωσιν ἀρχήν, καὶ τὸ θαρρεῖν καὶ τὸ ἐλπίζειν προστίθησιν.
ἢ γὰρ ἀπαλλακτέον ὅλως τὰ θεῖα πάσης αἰτίας καὶ ἀρχῆς τῶν καθʼ ἡμᾶς, ἤ τις ἂν ἄλλος εἴη τρόπος ᾧ βοηθοῦσιν ἀνθρώποις καὶ συνεργοῦσιν; οὐ τὸ σῶμα δήπου πλάττοντες ἡμῶν, οὐδὲ τὰς χεῖρας, ὡς δεῖ, μετατιθέντες αὐτοὶ καὶ τοὺς πόδας, ἀλλὰ τῆς ψυχῆς τὸ πρακτικὸν καὶ προαιρετικὸν ἀρχαῖς τισι καὶ φαντασίαις καὶ ἐπινοίαις ἐγείροντες ἢ τοὐναντίον ἀποστρέφοντες καὶ ἱστάντες.