Caius Marcius Coriolanus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
ὡς οὖν ἐνεδίδου τὸ πολὺ τοῦ δήμου
τέλος δὲ τοὺς ἀγορανόμους τύπτων ἐν ἀγορᾷ καὶ προπηλακίζων ἐμφύλιον, ὅσον ἐπʼ αὐτῷ, πόλεμον ἐξεργάσασθαι καὶ προαγαγεῖν εἰς ὅπλα τοὺς πολίτας. ἔλεγον δὲ ταῦτα βουλόμενοι τὸν Μάρκιον ἢ ταπεινὸν ἀποδεῖξαι, παρὰ φύσιν ὑφέντα τὸ φρόνημα καὶ θεραπεύοντα τὸν δῆμον, τῇ φύσει χρώμενον ἀνήκεστον ἀπεργάσασθαι τὴν πρὸς αὑτὸν ὀργήν ὃ μᾶλλον ἤλπιζον, ὀρθῶς στοχαζόμενοι τοῦ ἀνδρός.
ἔστη μὲν γὰρ ὡς ἀπολογησόμενος, καὶ παρέσχεν αὐτῷ σιωπὴν καὶ ἡσυχίαν ὁ δῆμος· ὡς δʼ ἤρξατο πρὸς τοὺς ἀνθρώπους δεητικόν τινα λόγον προσδεχομένους οὐ μόνον ἐπαχθεῖ παρρησίᾳ χρῆσθαι καὶ πλείονι κατηγορίᾳ τῆς παρρησίας, ἀλλὰ καὶ τόνῳ φωνῆς καὶ διαθέσει προσώπου τήν ἐγγὺς ὑπεροψίας καὶ ὀλιγωρίας ἀφοβίαν ἐπιδεικνύμενος,
ὁ μὲν δῆμος ἐξετραχύνθη καὶ φανερὸς ἦν δυσανασχετῶν καὶ βαρυνόμενος τοῖς λεγομένοις, τῶν δὲ δημάρχων ὁ θρασύτατος Σικίννιος μικρὰ τοῖς συνάρχουσι διαλεχθείς, εἶτʼ εἰς μέσον ἀναγορεύσας ὡς θάνατος ὑπὸ τῶν δημάρχων τοῦ Μαρκίου κατέγνωσται, προσέταξε τοῖς ἀγορανόμοις ἀναγαγόντας αὐτὸν ἐπὶ τήν ἄκραν εὐθὺς ὦσαι κατὰ τῆς ὑποκειμένης φάραγγος.