Caius Marcius Coriolanus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ἐπεὶ δὲ ἐπαύσατο βοῆς καὶ θορύβου τὸ πλῆθος, ὑπολαβὼν ὁ Κομίνιος, ἀλλʼ ἐκείνας μέν, εἶπεν, ὦ συστρατιῶται, τὰς δωρεὰς οὐ δύνασθε βιάζεσθαι μὴ δεχόμενον τὸν ἄνδρα μηδὲ βουλόμενον λαβεῖν ἣν δὲ οὐκ ἐστιν ἐπὶ τούτῳ διδομένην ἀπώσασθαι, δῶμεν αὐτῷ καὶ ψηφισώμεθα καλεῖσθαι Κοριολανόν, εἰ μὴ καὶ πρὸ ἡμῶν ἡ πρᾶξις αὐτὴ τοῦτο δέδωκεν. ἐκ τούτου τρίτον ἔσχεν ὄνομα τὸν Κοριολανόν.

p.142

ωι καὶ μάλιστα δῆλόν ἐστιν ὅτι τῶν ὀνομάτων ἴδιον ἦν ὁ Γάϊος, τὸ δὲ δεύτερον οἰκίας ἢ γένους κοινὸν ὁ Μάρκιος, τῷ δὲ τρίτῳ ὕστερον ἐχρήσαντο πράξεώς τινος ἢ τύχης ἢ ἰδέας ἢ ἀρετῆς ἐπιθέτῳ, καθάπερ Ἕλληνες ἐτίθεντο πράξεώς μὲν ἐπώνυμον τὸν Σωτῆρα καὶ τὸν Καλλίνικον, ἰδέας δὲ τὸν Φύσκωνα καὶ τὸν Γρυπόν, ἀρετῆς δὲ τὸν Εὐεργέτην καὶ τὸν Φιλάδελφον, εὐτυχίας δὲ τὸν Εὐδαίμονα τῷ δευτέρῳ τῶν Βάττων.

ἐνίοις δὲ τῶν βασιλέων καὶ σκώμματα παρέσχεν ἐπικλήσεις, ὡς Ἀντιγόνῳ τὸν Δώσωνα καὶ Πτολεμαίῳ τὸν Λάθυρον. ἐπὶ πλέον δὲ τῷ γένει τούτῳ καὶ Ῥωμαῖοι κέχρηνται, Διαδήματόν τινα τῶν Μετέλλων καλέσαντες, ὅτι πολὺν χρόνον ἕλκος ἔχων περιενόστει διαδεδεμένος[*](διαδεδεμένος with Ma: περιδεδεμένος.) τὸ μέτωπον, ἕτερον δὲ Κέλερα σπεύσαντα μεθʼ ἡμέρας ὀλίγας τῆς τοῦ πατρὸς τελευτῆς ἐπιταφίους μονομάχων ἀγῶνας παρασχεῖν, τὸ τάχος καὶ τὴν ὀξύτητα τῆς παρασκευῆς θαυμάσαντες.

ἐνίους δὲ συντυχίᾳ γενέσεως μέχρι νῦν καλοῦσι, Πρόκλον μέν, ἐὰν ἀποδημοῦντος πατρὸς γένηται, καὶ Πόστουμον, ἂν τεθνηκότος· ᾧ δʼ ἂν διδύμῳ γενομένῳ συμβῇ περιβιῶναι, θατέρου τελευτήσαντος, Οὐοπίσκον. τῶν δὲ σωματικῶν οὐ μόνον Σύλλας οὐδὲ Νίγρους

p.144
οὐδὲ Ῥούφους, ἀλλὰ καὶ Καίκους καὶ Κλωδίους ἐπωνυμίας τίθενται, καλῶς ἐθίζοντες μήτε τυφλότητα μήτʼ ἄλλην τινὰ σωματικὴν ἀτυχίαν ὄνειδος
paris.1624.219
ἡγεῖσθαι μηδὲ λοιδορίαν, ἀλλʼ ὡς οἰκείοις ὑπακούειν ὀνόμασιν. ἀλλὰ ταῦτα μὲν ἑτέρῳ γένει γραφῆς προσήκει.