Alcibiades

Plutarch

Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

εὔτακτος δʼ οὖσα καὶ φίλανδρος ἡ Ἱππαρέτη, λυπουμένη δʼ ὑπʼ αὐτοῦ περὶ τὸν γάμον ἑταίραις ξέναις καὶ ἀσταῖς συνόντος, ἐκ τῆς οἰκίας ἀπιοῦσα πρὸς τὸν ἀδελφὸν ᾤχετο. τοῦ δʼ Ἀλκιβιάδου μὴ φροντίζοντος, ἀλλὰ τρυφῶντος, ἔδει τὸ τῆς ἀπολείψεως γράμμα παρὰ τῷ ἄρχοντι θέσθαι, μὴ διʼ ἑτέρων, ἀλλʼ αὐτὴν παροῦσαν.

ὡς οὖν παρῆν τοῦτο πράξουσα κατὰ τὸν νόμον, ἐπελθὼν ὁ Ἀλκιβιάδης καὶ συναρπάσας αὐτὴν ἀπῆλθε διʼ ἀγορᾶς οἴκαδε κομίζων, μηδενὸς ἐναντιωθῆναι μηδʼ ἀφελέσθαι τολμήσαντος. ἔμεινε μέντοι παρʼ αὐτῷ μέχρι τελευτῆς, ἐτελεύτησε δὲ μετʼ οὐ πολὺν χρόνον εἰς Ἔφεσον τοῦ Ἀλκιβιάδου πλεύσαντος.

αὕτη μὲν οὖν οὐ παντελῶς ἔδοξεν ἡ βία παράνομος οὐδʼ ἀπάνθρωπος εἶναι· καὶ γὰρ ὁ νόμος δοκεῖ διὰ τοῦτο προάγειν τὴν ἀπολείπουσαν εἰς τὸ δημόσιον αὐτήν, ὅπως ἐγγένηται τῷ ἀνδρὶ συμβῆναι καὶ κατασχεῖν.