Alcibiades

Plutarch

Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ἐδόκει δὲ τοῖς μὲν ἀλαζονεύεσθαι, τοῖς δʼ εἰκότα λέγειν, εἰ Θρᾷκας ἐκ γῆς ἐπαγαγὼν πολλοὺς ἀκοντιστὰς καὶ ἱππεῖς προσμάχοιτο καὶ διαταράττοι τὸ στρατόπεδον αὐτῶν. ὅτι μέντοι τὰς ἁμαρτίας τῶν Ἀθηναίων ὀρθῶς συνεῖδε, ταχὺ τὸ ἔργον ἐμαρτύρησεν. ἄφνω γὰρ αὐτοῖς καὶ ἀπροσδοκήτως τοῦ Λυσάνδρου προσπεσόντος, ὀκτὼ μόναι τριήρεις ἐξέφυγον μετὰ Κόνωνος, αἱ δʼ ἄλλαι μικρὸν ἀπολείπουσαι διακοσίων ἀπήχθησαν αἰχμάλωτοι.

τῶν δʼ ἀνθρώπων τρισχιλίους ἑλὼν ζῶντας ἀπέσφαξεν ὁ Λύσανδρος. ἔλαβε δὲ καὶ τὰς Ἀθήνας ὀλίγῳ χρόνῳ καὶ τὰς ναῦς ἐνέπρησε καὶ τὰ μακρὰ τείχη καθεῖλεν. ἐκ δὲ τούτου φοβηθεὶς ὁ Ἀλκιβιάδης ἄρχοντας ἤδη καὶ γῆς καὶ θαλάττης τοὺς Λακεδαιμονίους εἰς Βιθυνίαν μετέστη, πολλὰ μὲν ἄγων χρήματα, πολλὰ δὲ κομίζων, ἔτι δὲ πλείω καταλιπὼν ἐν οἷς ᾤκει τείχεσιν.

ἐν δὲ Βιθυνίᾳ πάλιν οὐκ ὀλίγα τῶν ἰδίων ἀπολέσας καὶ περικοπεὶς ὑπὸ τῶν ἐκεῖ Θρᾳκῶν, ἔγνω μὲν ἀναβαίνειν πρὸς Ἀρταξέρξην, ἑαυτόν τε μὴ χείρονα Θεμιστοκλέους πειρωμένῳ βασιλεῖ φανεῖσθαι νομίζων, καὶ κρείττονα τὴν πρόφασιν· οὐ γὰρ ἐπὶ τοὺς πολίτας, ὡς ἐκεῖνον, ἀλλʼ ὑπὲρ τῆς πατρίδος ἐπὶ τοὺς πολεμίους ὑπουργήσειν καὶ δεήσεσθαι τῆς βασιλέως δυνάμεως· εὐπορίαν δὲ τῆς ἀνόδου μετὰ ἀσφαλείας μάλιστα Φαρνάβαζον οἰόμενος παρέξειν, ᾤχετο πρὸς αὐτὸν εἰς Φρυγίαν, καὶ συνδιῆγε θεραπεύων ἅμα καὶ τιμώμενος.

Ἀθηναῖοι δὲ χαλεπῶς μὲν ἔφερον καὶ τῆς ἡγεμονίας ἀποστερηθέντες· ἐπεὶ δὲ καὶ τὴν ἐλευθερίαν ἀφελόμενος αὐτῶν ὁ Λύσανδρος ἀνδράσι τριάκοντα παρέδωκε τὴν πόλιν, οἷς οὐκ ἐχρήσαντο σώζεσθαι δυνάμενοι λογισμοῖς, ἀπολωλότων ἤδη τῶν πραγμάτων, συνίεσαν, ὀλοφυρόμενοι καὶ διεξιόντες τὰς ἁμαρτίας αὑτῶν καὶ ἀγνοίας, ὧν μεγίστην ἐποιοῦντο τὴν δευτέραν πρὸς Ἀλκιβιάδην ὀργήν.

ἀπερρίφη γὰρ οὐδὲν ἀδικῶν αὐτός, ἀλλʼ ὑπηρέτῃ χαλεπήναντες ὀλίγας ἀποβαλόντι ναῦς αἰσχρῶς, αἴσχιον αὐτοὶ τὸν κράτιστον καὶ πολεμικώτατον ἀφείλοντο τῆς πόλεως στρατηγόν. ἔτι δʼ οὖν ὅμως ἐκ τῶν παρόντων ἀνέφερέ τις ἐλπὶς ἀμυδρὰ μὴ παντάπασιν ἔρρειν τὰ πράγματα τῶν Ἀθηναίων Ἀλκιβιάδου περιόντος· οὔτε γὰρ πρότερον ἠγάπησε φεύγων ἀπραγμόνως ζῆν καὶ μεθʼ ἡσυχίας, οὔτε νῦν, εἰ τὰ καθʼ ἑαυτὸν ἱκανῶς ἔχει, περιόψεται Λακεδαιμονίους ὑβρίζοντας καὶ τοὺς τριάκοντα παροινοῦντας.

ταῦτα δʼ οὐκ ἦν ἄλογον οὕτως ὀνειροπολεῖν τοὺς πολλούς, ὁπότε καὶ τοῖς τριάκοντα φροντίζειν ἐπῄει καὶ διαπυνθάνεσθαι καὶ λόγον ἔχειν πλεῖστον ὧν ἐκεῖνος ἔπραττε καὶ διενοεῖτο. τέλος δὲ Κριτίας ἐδίδασκε Λύσανδρον ὡς Ἀθηναίων οὐκ ἔστι δημοκρατουμένων ἀσφαλῶς ἄρχειν Λακεδαιμονίοις τῆς Ἑλλάδος·