Alcibiades

Plutarch

Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ταῦτα δὲ λέγοντος τοῦ Ἀλκιβιάδου, καὶ παραινοῦντος εἰς Σηστὸν μεθορμίσαι τὸν στόλον, οὐ προσεῖχον οἱ στρατηγοί· Τυδεὺς δὲ καὶ πρὸς ὕβριν ἐκέλευσεν ἀποχωρεῖν, οὐ γὰρ ἐκεῖνον, ἀλλʼ ἑτέρους στρατηγεῖν. ὁ δʼ Ἀλκιβιάδης ὑπονοήσας τι καὶ προδοσίας ἐν αὐτοῖς ἀπῄει, καὶ τοῖς προπέμπουσι τῶν ἀπὸ τοῦ στρατοπέδου γνωρίμων ἔλεγεν ὅτι μὴ προπηλακισθεὶς οὕτως ὑπὸ τῶν στρατηγῶν ὀλίγαις ἂν ἡμέραις ἠνάγκασε Λακεδαιμονίους διαναυμαχεῖν αὐτοῖς ἄκοντας ἢ τὰς ναῦς ἀπολιπεῖν.

ἐδόκει δὲ τοῖς μὲν ἀλαζονεύεσθαι, τοῖς δʼ εἰκότα λέγειν, εἰ Θρᾷκας ἐκ γῆς ἐπαγαγὼν πολλοὺς ἀκοντιστὰς καὶ ἱππεῖς προσμάχοιτο καὶ διαταράττοι τὸ στρατόπεδον αὐτῶν. ὅτι μέντοι τὰς ἁμαρτίας τῶν Ἀθηναίων ὀρθῶς συνεῖδε, ταχὺ τὸ ἔργον ἐμαρτύρησεν. ἄφνω γὰρ αὐτοῖς καὶ ἀπροσδοκήτως τοῦ Λυσάνδρου προσπεσόντος, ὀκτὼ μόναι τριήρεις ἐξέφυγον μετὰ Κόνωνος, αἱ δʼ ἄλλαι μικρὸν ἀπολείπουσαι διακοσίων ἀπήχθησαν αἰχμάλωτοι.

τῶν δʼ ἀνθρώπων τρισχιλίους ἑλὼν ζῶντας ἀπέσφαξεν ὁ Λύσανδρος. ἔλαβε δὲ καὶ τὰς Ἀθήνας ὀλίγῳ χρόνῳ καὶ τὰς ναῦς ἐνέπρησε καὶ τὰ μακρὰ τείχη καθεῖλεν. ἐκ δὲ τούτου φοβηθεὶς ὁ Ἀλκιβιάδης ἄρχοντας ἤδη καὶ γῆς καὶ θαλάττης τοὺς Λακεδαιμονίους εἰς Βιθυνίαν μετέστη, πολλὰ μὲν ἄγων χρήματα, πολλὰ δὲ κομίζων, ἔτι δὲ πλείω καταλιπὼν ἐν οἷς ᾤκει τείχεσιν.

ἐν δὲ Βιθυνίᾳ πάλιν οὐκ ὀλίγα τῶν ἰδίων ἀπολέσας καὶ περικοπεὶς ὑπὸ τῶν ἐκεῖ Θρᾳκῶν, ἔγνω μὲν ἀναβαίνειν πρὸς Ἀρταξέρξην, ἑαυτόν τε μὴ χείρονα Θεμιστοκλέους πειρωμένῳ βασιλεῖ φανεῖσθαι νομίζων, καὶ κρείττονα τὴν πρόφασιν· οὐ γὰρ ἐπὶ τοὺς πολίτας, ὡς ἐκεῖνον, ἀλλʼ ὑπὲρ τῆς πατρίδος ἐπὶ τοὺς πολεμίους ὑπουργήσειν καὶ δεήσεσθαι τῆς βασιλέως δυνάμεως· εὐπορίαν δὲ τῆς ἀνόδου μετὰ ἀσφαλείας μάλιστα Φαρνάβαζον οἰόμενος παρέξειν, ᾤχετο πρὸς αὐτὸν εἰς Φρυγίαν, καὶ συνδιῆγε θεραπεύων ἅμα καὶ τιμώμενος.