Alcibiades

Plutarch

Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

τὸ μὲν οὖν πρῶτον Λύσανδρος ὀλίγαις ναυσὶν ἐπαναχθεὶς ἐδίωκεν αὐτόν, τῶν δʼ Ἀθηναίων ἐπιβοηθούντων πάσαις ἀναχθεὶς καὶ κρατήσας αὐτόν τε διέφθειρε τὸν Ἀντίοχον καὶ ναῦς ἔλαβε πολλὰς καὶ ἀνθρώπους καὶ τρόπαιον ἔστησεν. ὡς δὲ ταῦτʼ ἤκουσεν ὁ Ἀλκιβιάδης ἐπανελθὼν εἰς Σάμον, ἀνήχθη παντὶ τῷ στόλῳ καὶ προὐκαλεῖτο τὸν Λύσανδρον. ὁ δʼ ἠγάπα νενικηκὼς καὶ οὐκ ἀντανήγετο.

τῶν δὲ μισούντων τὸν Ἀλκιβιάδην ἐν τῷ στρατοπέδῳ Θρασύβουλος ὁ Θράσωνος ἐχθρὸς ὢν ἀπῆρεν εἰς Ἀθήνας κατηγορήσων. καὶ τοὺς ἐκεῖ παροξύνας ἔλεγε πρὸς τὸν δῆμον ὡς Ἀλκιβιάδης διέφθαρκε τὰ πράγματα καὶ τὰς ναῦς ἀπολώλεκεν, ἐντρυφῶν τῇ ἀρχῇ καὶ παραδιδοὺς τὴν στρατηγίαν ἀνθρώποις ἐκ πότων καὶ ναυτικῆς σπερμολογίας δυναμένοις παρʼ αὐτῷ μέγιστον,

ὅπως αὐτὸς ἐπʼ ἀδείας χρηματίζηται περιπλέων καὶ ἀκολασταίνῃ μεθυσκόμενος καὶ συνὼν ἑταίραις Ἀβυδηναῖς καὶ Ἰωνίσιν, ἐφορμούντων διʼ ὀλίγου τῶν πολεμίων. ἐνεκάλουν δʼ αὐτῷ καὶ τὴν τῶν τειχῶν κατασκευήν, ἃ κατεσκεύασεν ἐν Θρᾴκῃ περὶ Βισάνθην αὑτῷ καταφυγὴν ὡς ἐν τῇ πατρίδι μὴ δυνάμενος βιοῦν ἢ μὴ βουλόμενος.

οἱ δʼ Ἀθηναῖοι πεισθέντες ἑτέρους εἵλοντο στρατηγούς, ἐνδεικνύμενοι τὴν πρὸς ἐκεῖνον ὀργὴν καὶ κακόνοιαν. ἃ δὴ πυνθανόμενος ὁ Ἀλκιβιάδης καὶ δεδοικὼς ἀπῆλθεν ἐκ τοῦ στρατοπέδου παντάπασι, καὶ συναγαγὼν ξένους ἐπολέμει τοῖς ἀβασιλεύτοις Θρᾳξὶν ἰδίᾳ, καὶ πολλὰ χρήματα συνήγαγεν ἀπὸ τῶν ἁλισκομένων, καὶ τοῖς Ἕλλησιν ἅμα τοῖς προσοικοῦσιν ἄδειαν ἀπὸ τῶν βαρβάρων παρεῖχεν.

ἐπεὶ δʼ οἱ περὶ Τυδέα καὶ Μένανδρον καὶ Ἀδείμαντον στρατηγοί, πάσας ὁμοῦ τὰς ὑπαρχούσας τότε ναῦς τοῖς Ἀθηναίοις ἔχοντες ἐν Αἰγὸς ποταμοῖς, εἰώθεσαν ἐπιπλεῖν τῷ Λυσάνδρῳ ναυλοχοῦντι περὶ Λάμψακον ἅμʼ ἡμέρᾳ προκαλούμενοι καὶ πάλιν ἀναστρέφειν ὀπίσω καὶ διημερεύειν ἀτάκτως καὶ ἀμελῶς, ἅτε δὴ καταφρονοῦντες,